Orthodox Study

Old Testament

Numbers 5

1Now the Lord spoke to Moses, saying,

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

2'Command the children of Israel to put out of the camp every leper, everyone who has an involuntary discharge of semen, and whoever becomes defiled by a corpse.

πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ

3You shall put out both male and female; you shall put them outside the camp, so they may not defile their camps, in the midst of which I dwell.'

ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς

4So the children of Israel did so, and sent them outside the camp; as the Lord spoke to Moses, so the children of Israel did.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ

5Again the Lord spoke to Moses, saying,

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

6'Speak to the children of Israel, saying, 'When a man or woman commits one of the sins that humans commit, and actually disregards a neighbor, that soul has committed a trespass.

λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη

7Then he shall confess openly the sin he committed. He shall make restitution for his trespass in the capital amount, plus one-fifth of it, and repay the one he wronged.

ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ᾿ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ

8But if the man has no close relative to make restitution on his behalf for the trespass, the restitution for the wrong shall go to the Lord for the priest, in addition to the ram of the atonement with which atonement is made for him.

ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι᾿ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ

9Every offering that is sanctified among the children of Israel, which they bring to the Lord for the priest, shall be his.

καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ αὐτῷ ἔσται

10So the sanctified offerings of each man shall be his; whatever any man gives the priest shall be his.' '

καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ αὐτῷ ἔσται

11Moreover the Lord spoke to Moses, saying,

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

12'Speak to the children of Israel, and say to them, 'If any man's wife commits transgression and disregards and despises him,

λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα

13and someone has sexual intercourse with her, and she conceals it from her husband and keeps it hidden, but she is defiled, and there was no witness against her, nor was she caught—

καὶ κοιμηθῇ τις μετ᾿ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ αὐτὴ δὲ ᾖ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ᾿ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη

14and if a spirit of jealousy comes upon him, and he becomes jealous of his wife, who is defiled; or if a spirit of jealousy comes upon him, and he becomes jealous of his wife, although she is not defiled—

καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μὴ ᾖ μεμιαμμένη

15then the man shall bring his wife to the priest. He shall bring the gift required for her, one-tenth of an ephah of barley meal; he shall pour no oil on it, and put no frankincense on it, because it is a grain offering of jealousy, an offering for remembering, for bringing sin to remembrance.

καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾿ αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν

16'Then the priest shall bring her near and set her before the Lord.

καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου

17The priest shall take clean running water in an earthen vessel, and take some of the dust on the floor of the tabernacle of testimony and throw it into the water.

καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ

18Then the priest shall stand the woman before the Lord, uncover the woman's head, and put the sacrifice for remembering in her hands, which is the grain offering of jealousy; and the priest shall have in his hand the water of conviction that brings a curse.

καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου τὴν θυσίαν τῆς ζηλοτυπίας ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου

19Then the priest shall put her under oath, and say to the woman, 'If no man has lain with you, and if you have not committed transgression to be defiled while under your husband's jurisdiction, be innocent from this water of conviction that brings a curse.

καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου

20But if you committed transgression and defiled yourself under your husband's jurisdiction, and some man other than your husband had sexual relations with you'—

εἰ δὲ σὺ παραβέβηκας ὑπ᾿ ἀνδρὸς οὖσα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου

21then the priest shall put the woman under oath by the words of the oath of this curse; and the priest shall say to the woman, 'the Lord make you a curse and an oath among your people, when the Lord makes your thigh rot and your belly swell;

καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην

22and may this water that causes this curse go into your stomach, and make your belly swell and your thigh rot.' Then the woman shall say, 'May it be so.'

καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου καὶ ἐρεῖ ἡ γυνή γένοιτο γένοιτο

23'Then the priest shall write these curses in a book, and wipe them off into the water of conviction that brings a curse.

καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου

24Then he shall give the woman a drink of this water of conviction that brings a curse, and it shall enter her.

καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ

25Then the priest shall take the grain offering of jealousy from the woman's hand, put the sacrifice before the Lord, and bring it to the altar;

καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον

26and the priest shall take a handful of the sacrifice as its memorial portion, offer it on the altar, and afterward give the woman the water to drink.

καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ

27So it shall be, if she is defiled but kept it hidden from her husband, then the water of conviction that brings a curse will enter her, and her belly will swell, her thigh will rot, and the woman will become a curse among her people.

καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς

28But if the woman is not defiled, but is clean, then she shall be innocent and may conceive children.

ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα

29'This is the law of jealousy, when a wife, while under her husband's jurisdiction, transgresses and defiles herself,

οὗτος ὁ νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ᾿ ἀνδρὸς οὖσα καὶ μιανθῇ

30or when the spirit of jealousy comes upon a man, and he becomes jealous of his wife; then he shall stand the woman before the Lord, and the priest shall execute all this law upon her.

ἢ ἄνθρωπος ᾧ ἐὰν ἐπέλθῃ ἐπ᾿ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον

31Then the man shall be innocent of guilt, but that woman shall bear her guilt.' '

καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text