Orthodox Study

Old Testament

Numbers 19

1Now the Lord spoke to Moses and Aaron, saying,

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

2'This is the injunction of the law, whatever the Lord ordered, saying, 'Speak to the children of Israel, and let them bring you a red heifer without blemish, in which there is no defect and upon which a yoke has never been placed.

αὕτη ἡ διαστολὴ τοῦ νόμου ὅσα συνέταξεν κύριος λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ᾿ αὐτὴν ζυγός

3You shall give it to Eleazar the priest, and he shall take it outside the camp to a clean place, and they shall slaughter it before him;

καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ

4and Eleazar the priest shall take some of its blood and sprinkle it seven times directly in front of the tabernacle of testimony.

καὶ λήμψεται Ελεαζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις

5Then it shall be burned in his sight: its hide, its flesh, and its blood with its dung shall be burned.

καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται

6The priest shall then take cedar wood and hyssop and scarlet, and cast them into the midst of the fire burning the red heifer.

καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως

7After this, the priest shall wash his clothes, bathe his body in water, and come into the camp; the priest shall be unclean until evening.

καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας

8Also the one who burns it shall wash his clothes in water, bathe his body in water, and be unclean until evening.

καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

9Then a man who is clean shall gather up the ashes of the red heifer and put them away outside the camp in a clean place; and they shall be kept in reserve for the congregation of the children of Israel for a water of sprinkling; it is for purification.

καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν ὕδωρ ῥαντισμοῦ ἅγνισμά ἐστιν

10Then the one who gathers the ashes of the red heifer shall wash his clothes and be unclean until evening. It shall be an eternal ordinance to the children of Israel and to the resident alien who dwells among them.

καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον

11'He who touches the dead body of any person shall be unclean seven days.

ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας

12He shall cleanse himself on the third day and on the seventh day; then he will be clean. But if he does not purify himself on the third day and on the seventh day, he will not be clean.

οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ καθαρὸς ἔσται

13Whoever touches the dead body of any person who has died and does not purify himself defiles the tabernacle of the Lord. That soul shall be destroyed from Israel. He shall be unclean, because the water of sprinkling was not sprinkled on him; his uncleanness is still on him.

πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου ἐὰν ἀποθάνῃ καὶ μὴ ἀφαγνισθῇ τὴν σκηνὴν κυρίου ἐμίανεν ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾿ αὐτόν ἀκάθαρτός ἐστιν ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν

14'Now this is the law if a man dies in a house: Everyone who comes into the house and whoever is in the house shall be unclean seven days;

καὶ οὗτος ὁ νόμος ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας

15and every open vessel which has no cover fastened on it is unclean.

καὶ πᾶν σκεῦος ἀνεῳγμένον ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ᾿ αὐτῷ ἀκάθαρτά ἐστιν

16Whoever in the open field touches one who is slain by a sword or who has died a natural death, or a bone of a man, or a grave, shall be unclean seven days.

καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται

17So for the unclean, they shall take some of the ashes of the burnt offering of purification, put them in a vessel, and pour running water on them.

καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ᾿ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος

18Then a clean man shall take hyssop and dip it in the water, and sprinkle it upon the house and upon all the vessels and the souls who were there, and upon the one who touched the human bone, or the one slain by the sword, or the one who died a natural death, or the grave.

καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἐὰν ὦσιν ἐκεῖ καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος

19The clean shall sprinkle the unclean on the third day and on the seventh day; and on the seventh day he shall purify himself, wash his clothes, and bathe in water; and he shall be unclean until evening.

καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

20But the man who is unclean and does not purify himself, that soul shall be utterly destroyed from among the congregation, because he defiled the holy things of the Lord, and the water of purification was not sprinkled on him; he is unclean.

καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾿ αὐτόν ἀκάθαρτός ἐστιν

21This shall be an eternal ordinance for you: He who sprinkles the water of purification shall wash his clothes; and he who touches the water of purification shall be unclean until evening;

καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον καὶ ὁ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

22and whatever the unclean one touches shall be unclean; and the soul who touches it shall be unclean until evening.' '

καὶ παντός οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text