Old Testament
Numbers 32
1Now the sons of Reuben and the sons of Gad had a very great multitude of cattle, and they saw the land of Jazer and the land of Gilead; and they saw the place was a place for cattle.
καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν
2So the sons of Reuben and the sons of Gad came and spoke to Moses, to Eleazar the priest, and to the rulers of the congregation, saying,
καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
3'Ataroth, Dibon, Jazer, Nimrah, Heshbon, Elealeh, Shebam, Nebo, and Beon,
Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν
4the country the Lord delivered over to the children of Israel, is a land appropriate for feeding cattle; and your servants have cattle.'
τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει
5Therefore they said, 'If we have found grace in your sight, let this land be given to your servants as a possession. Do not make us cross over the Jordan.'
καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην
6Then Moses said to the sons of Gad and to the sons of Reuben, 'Your brothers go to war, and shall you sit here?
καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ
7Now why do you pervert the minds of the children of Israel from crossing over into the land the Lord gives to them?
καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς
8Did not your fathers act in this way when I sent them away from Kadesh Barnea to spy out the land?
οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν
9For they went up to the Valley of Eshcol and spied out the land; and they turned aside the heart of the children of Israel so they would not enter the land the Lord gave them.
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς
10So the Lord was very angry that day, and swore an oath, saying,
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
11'Surely these men who came up from Egypt, from twenty years old and above and who know good and evil, shall not see the land I swore to Abraham, Isaac, and Jacob; for they did not follow after Me,
εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου
12except Caleb the son of Jephunneh, who separated himself, and Joshua the son of Nun; for they followed after the Lord.'
πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου
13So the Lord was very angry with Israel; and He made them wander in the desert forty years, until all the generation that did evil before the Lord was utterly destroyed.
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου
14Behold, You rose up in your fathers' place, a body of sinful men, to increase still more the fierce anger of the Lord against Israel.
ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ
15For you will turn away from Him by again leaving Him in the desert, and you will act lawlessly against this entire congregation.'
ὅτι ἀποστραφήσεσθε ἀπ᾿ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην
16They came to Moses and said, 'We will build sheepfolds here for our cattle, and cities for our children;
καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν
17but we will arm ourselves as the advance guard before the sons of Israel until we bring them to their own place; and our children will dwell in the fortified cities because of the land's inhabitants.
καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν
18Let us not return to our homes until each of the sons of Israel should be distributed to his inheritance.
οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ
19Therefore, let us not inherit with them on the other side of the Jordan and beyond, because we are receiving in full our portions on this eastern side of the Jordan.'
καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς
20Then Moses said to them, 'If you do according to this word, if you arm yourselves before the Lord for the war,
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον
21and all your armed men cross over the Jordan before the Lord until His enemy is destroyed before His face;
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
22and the land is subdued before the Lord, then afterward you shall return, and be blameless before the Lord and before Israel; and this land shall be your possession before the Lord.
καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου
23But if you should not do so, you shall be guilty before the Lord; and you will know your sin when evils overtake you.
ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά
24So you shall build cities for yourselves and for your children, and walled enclosures for your cattle, and do what proceeded out of your mouth.'
καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε
25Then the sons of Gad and the sons of Reuben spoke to Moses, saying, 'Your servants will do as our Lord commands.
καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται
26Our children, our wives, and all our cattle will be there in the cities of Gilead;
ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ
27but your servants will cross over, all armed and arrayed for battle before the Lord into the war, in the manner our lord says.'
οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον ὁ κύριος λέγει
28So Moses appointed for them Eleazar the priest, Joshua the son of Nun, and rulers of families in the tribes of Israel.
καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ
29Again Moses said to them, 'If the sons of Gad and the sons of Reuben cross over the Jordan with you, every man armed for war before the Lord, and you subdue the land before you, then you shall give them the land of Gilead as a possession.
καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ᾿ ὑμῶν τὸν Ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει
30But if they do not cross over with you armed for war, you shall carry across their children, their wives, and their cattle before you into the land of Canaan.'
ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ᾿ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν
31Then the sons of Gad and the sons of Reuben answered, saying, 'Whatever our Lord says to your servants, so we will do.
καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομεν
32We will cross over armed before the Lord into the land of Canaan, but you shall give us our possession on the other side of the Jordan.'
ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου
33So Moses gave to the sons of Gad, the sons of Reuben, and the half-tribe of Manasseh, the son of Joseph, the kingdom of Sihon king of the Amorites and the kingdom of Og king of Bashan, the land and its cities with its borders, the cities of the surrounding country.
καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ
34Then the sons of Gad built Dibon, Ataroth, Aroer,
καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρ
35Shophan, and Jazer, which they raised up,
καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς
36along with Beth Nimrah and Beth Haran, fortified cities and walled enclosures for sheep.
καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων
37The sons of Reuben built Heshbon, Elealeh, Kirjathaim,
καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ
38and Baal Meon, encircled with walls, and Shibmah; and they named the cities they built after their names.
καὶ τὴν Βεελμεων περικεκυκλωμένας καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν
39Then the son of Machir the son of Manasseh went to Gilead and took it, and destroyed the Amorites dwelling in it.
καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ
40So Moses gave Gilead to Machir the son of Manasseh, and he dwelt there.
καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση καὶ κατῴκησεν ἐκεῖ
41Also Jair the son of Manasseh went and took their farming villages, and named them Havoth Jair.
καὶ Ιαϊρ ὁ τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ιαϊρ
42Then Nobah went and took Kenath and its villages, and he named them Nobah, after his own name.
καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ