Old Testament
Numbers 2
1Now the Lord spoke to Moses and Aaron, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
2'Let the children of Israel—each man according to his division and military standard—camp according to their fathers' houses, around and facing the tabernacle of testimony.
ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ᾿ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ
3Those camping first and on the east side shall be the division of Judah with their army; and the ruler of the children of Judah shall be Nahshon the son of Amminadab.'
καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ᾿ ἀνατολὰς τάγμα παρεμβολῆς Ιουδα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
4His army was numbered at seventy-four thousand six hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
5'Those camping next to Judah shall be the tribe of Issachar; and the ruler of the children of Issachar shall be Nethanel the son of Zuar.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ισσαχαρ καὶ ὁ ἄρχων τῶν υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
6His army was numbered at fifty-four thousand four hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
7'Also camping next to Judah shall be the tribe of Zebulun; and the ruler of the children of Zebulun shall be Eliab the son of Helon.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλων καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
8His army was numbered at fifty-seven thousand four hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
9'All those numbered in the armies from the camp of Judah were one hundred eighty-six thousand four hundred—these shall break camp first.
πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν
10'On the south side shall be the division of the camp of Reuben with their army; and the ruler of the children of Reuben shall be Elizur the son of Shedeur.'
τάγμα παρεμβολῆς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
11His army was numbered at forty-six thousand five hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
12'Those camping next to Reuben shall be the tribe of Simeon; and the ruler of the children of Simeon shall be Shelumiel the son of Zurishaddai.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεων καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
13His army was numbered at fifty-nine thousand three hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
14'Also camping next to Reuben shall be the tribe of Gad; and the ruler of the children of Gad shall be Eliasaph the son of Reuel.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γαδ καὶ ὁ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
15His army was numbered at forty-five thousand six hundred fifty.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
16'All those numbered in the armies from the camp of Reuben were one hundred fifty-one thousand four hundred fifty—they shall be the second to break camp.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν
17Then the tabernacle of testimony shall move out with the camp of the Levites in the middle of the camps; as they camp, so they shall break camp, each one next by regiment.
καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ᾿ ἡγεμονίαν
18'On the west side shall be the division of the camp of Ephraim with their army; and the ruler of the children of Ephraim shall be Elishama the son of Ammihud.'
τάγμα παρεμβολῆς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
19His army was numbered at forty thousand five hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
20'Those camping next to Ephraim shall be the tribe of Manasseh; and the ruler of the children of Manasseh shall be Gamaliel the son of Pedahzur.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασση καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
21His army was numbered at thirty-two thousand two hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
22'Also camping next to Ephraim shall be the tribe of Benjamin; and the ruler of the children of Benjamin shall be Abidan the son of Gideoni.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμιν καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
23His army was numbered at thirty-five thousand four hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
24'All those numbered in their armies from the camp of Ephraim were one hundred eight thousand one hundred—they shall be the third to break camp.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν
25On the north side shall be the division of the camp of Dan with their army; and the ruler of the children of Dan shall be Ahiezer the son of Ammishaddai.'
τάγμα παρεμβολῆς Δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
26His army was numbered at sixty-two thousand seven hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
27'Those camping next to Dan shall be the tribe of Asher; and the ruler of the children of Asher shall be Pagiel the son of Ocran.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ασηρ καὶ ὁ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
28His army was numbered at forty-one thousand five hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
29'Also camping next to Dan shall be the tribe of Naphtali; and the ruler of the children of Naphtali shall be Ahira the son of Enan.'
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλι καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
30His army was numbered at fifty-three thousand four hundred.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
31'All those numbered in the armies with Dan were one hundred and fifty-seven thousand six hundred—they shall break camp last, with their divisions.'
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν
32This numbering of the children of Israel was according to their fathers' houses. All the numbering of the camps with their armies was six hundred three thousand five hundred fifty.
αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ισραηλ κατ᾿ οἴκους πατριῶν αὐτῶν πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα
33But the Levites were not numbered with them, as the Lord commanded Moses.
οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ
34Thus the children of Israel did all the Lord commanded Moses; so they camped according to their divisions. Thus they broke camp, each one by his family, according to their fathers' houses.
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν