Orthodox Study

Old Testament

Numbers 11

1Now the people were grumbling evilly before the Lord, and the Lord heard them and was provoked to anger. So the fire of the Lord burned among them and utterly destroyed part of the camp.

καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς

2Then the people cried out to Moses, and Moses prayed to the Lord; and the fire was quenched.

καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον καὶ ἐκόπασεν τὸ πῦρ

3So he called the name of the place Burning, because fire from the Lord burned among them.

καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐμπυρισμός ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου

4Now the mixed multitude among them hungered exceedingly; and sitting down, the children of Israel were also weeping, and said, 'Who will give us meat to eat?

καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν τίς ἡμᾶς ψωμιεῖ κρέα

5We remember the fish we ate freely in Egypt, and the cucumbers, the melons, the leeks, the onions, and the garlic;

ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα

6but now our soul is dried up; there is nothing before our eyes except this manna.'

νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμῶν

7Now the manna is like coriander seed, and its form is like the form of ice pellets.

τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου

8The people would go about and gather it, and grind it on millstones or beat it in the mortar, then cook it in pots, and make cakes of it; and its flavor was like the taste of a pastry prepared with oil and honey.

καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου

9And when the dew descended on the camp in the night, the manna descended upon it.

καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός κατέβαινεν τὸ μαννα ἐπ᾿ αὐτῆς

10Then Moses heard the people weeping throughout their tribes, everyone at his door; and the anger of the Lord was greatly aroused; Moses also was displeased.

καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν

11So Moses said to the Lord, 'Why have You maltreated Your servant? Why have I not found grace in Your sight, that You lay the wrath of this people on me?

καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ᾿ ἐμέ

12Did I conceive all these people? Did I beget them, that You should say to me, 'Carry them in your bosom, as a guardian carries a nursing child,' to the land You swore to their fathers?

μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτούς ὅτι λέγεις μοι λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν

13Where am I to get meat to give to all these people? For they weep all over me, saying, 'Give us meat, that we may eat.'

πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ ὅτι κλαίουσιν ἐπ᾿ ἐμοὶ λέγοντες δὸς ἡμῖν κρέα ἵνα φάγωμεν

14I am not able to bear this people alone, because the burden is too heavy for me.

οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο

15If You treat me like this, kill me here and now—if I find mercy in Your sight—and do not let me see my maltreatment.'

εἰ δὲ οὕτως σὺ ποιεῖς μοι ἀπόκτεινόν με ἀναιρέσει εἰ εὕρηκα ἔλεος παρὰ σοί ἵνα μὴ ἴδω μου τὴν κάκωσιν

16So the Lord said to Moses, 'Gather to Me seventy men from the elders of Israel, whom you yourself know to be the elders of the people and officers over them; bring them to the tabernacle of testimony, so they may stand there with you.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ

17Then I will descend and talk with you there. I will take of the Spirit upon you and put Him upon them; and they shall help you bear the wrath of the people, that you yourself may not bear them alone.

καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ᾿ αὐτούς καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος

18Then you shall say to the people, 'Sanctify yourselves for tomorrow, and you shall eat meat; for you have wept before the Lord, saying, 'Who will give us meat to eat? For it was well with us in Egypt.' Therefore the Lord will give you meat to eat, and you shall eat.

καὶ τῷ λαῷ ἐρεῖς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμᾶς ψωμιεῖ κρέα ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ καὶ δώσει κύριος ὑμῖν κρέα φαγεῖν καὶ φάγεσθε κρέα

19You shall eat, not one day, nor two days, nor five days, nor ten days, nor twenty days,

οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας

20but for a whole month you shall eat, until it comes out of your nostrils and becomes loathsome to you, because you disobeyed the Lord, who is among you, and have wept before Him, saying, 'Why did we ever come up out of Egypt?' ' '

ἕως μηνὸς ἡμερῶν φάγεσθε ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν καὶ ἔσται ὑμῖν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίῳ ὅς ἐστιν ἐν ὑμῖν καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου

21Then Moses said, 'The people I am among are six hundred thousand men on foot; yet You are saying, 'I will give them meat, so they may eat for a whole month.'

καὶ εἶπεν Μωυσῆς ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός ἐν οἷς εἰμι ἐν αὐτοῖς καὶ σὺ εἶπας κρέα δώσω αὐτοῖς φαγεῖν καὶ φάγονται μῆνα ἡμερῶν

22Shall sheep and oxen be slaughtered for them, to provide enough for them? Or shall all the fish of the sea be gathered together for them, to provide enough for them?'

μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς

23Then the Lord said to Moses, 'Is the Lord's hand unable to provide for them? Now you shall know whether or not My word will overtake you.'

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ

24So Moses went out and told the people the words of the Lord; and he gathered the seventy men of the elders of the people and placed them around the tabernacle.

καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς

25Then the Lord descended in the cloud and spoke to him, and took of the Spirit upon him, and put Him upon the seventy men of the elders; and when the Spirit rested upon them, they prophesied, although they never did so again.

καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ᾿ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ᾿ αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο

26But two men remained in the camp: the name of one was Eldad, and the name of the other, Medad, and the Spirit rested upon them. Now they were among those registered, but had not come to the tabernacle; yet they prophesied in the camp.

καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ᾿ αὐτοὺς τὸ πνεῦμα καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ

27So a young man ran and told Moses, and said, 'Eldad and Medad are prophesying in the camp.'

καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ

28Then Joshua the son of Nun, who was near Moses, one of his choice men, answered and said, 'Lord Moses, forbid them.'

καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυη ὁ παρεστηκὼς Μωυσῇ ὁ ἐκελεκτὸς εἶπεν κύριε Μωυσῆ κώλυσον αὐτούς

29Then Moses said to him, 'Are you jealous for my sake? Would that all the Lord's people might be prophets, when the Lord would put His Spirit upon them.'

καὶ εἶπεν αὐτῷ Μωυσῆς μὴ ζηλοῖς σύ μοι καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ᾿ αὐτούς

30So Moses returned to the camp, both he and the elders of Israel.

καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ

31Now a wind went out from the Lord and brought birds from the sea that migrate together with quail, and cast them upon the camp, about a day's journey on this side and about a day's journey on the other side, all around the camp, and about two cubits above the surface of the ground.

καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς

32Then the people stayed up all that day, all night, and all the next day, and gathered the birds (he who gathered least gathered ten cors); and they spread the meat out to dry for themselves all around the camp.

καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς

33But while the meat was still between their teeth, before it was chewed, the Lord's anger was aroused against the people, and the Lord struck the people with a very great plague.

τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα

34So he called the name of that place Graves of Lust, because there they buried the people who lusted.

καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μνήματα τῆς ἐπιθυμίας ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν

35Then the people broke camp to go to Hazeroth, and they camped at Hazeroth.

ἀπὸ μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text