Old Testament
Numbers 13
1Now the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2'Send men to spy out the land of Canaan, which I am giving to the children of Israel; from each tribe of their fathers you shall send a man, every one a ruler among them.'
ἀπόστειλον σεαυτῷ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτῶν
3So Moses sent them from the Desert of Paran at the Lord's voice, and all the men were rulers of the children of Israel.
καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι
4Now these were their names: from the tribe of Reuben, Shammua the son of Zaccur;
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ
5from the tribe of Simeon, Shaphat the son of Hori;
τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι
6from the tribe of Judah, Caleb the son of Jephunneh;
τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
7from the tribe of Issachar, Igal the son of Joseph;
τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ
8from the tribe of Ephraim, Hoshea the son of Nun;
τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη
9from the tribe of Benjamin, Palti the son of Raphu;
τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου
10from the tribe of Zebulun, Gaddiel the son of Sodi;
τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι
11from the tribe of Joseph, that is, from the tribe of Manasseh, Gaddi the son of Susi;
τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι
12from the tribe of Dan, Ammiel the son of Gemalli;
τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι
13from the tribe of Asher, Sethur the son of Michael;
τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ
14from the tribe of Naphtali, Nahbi the son of Vophsi;
τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι
15from the tribe of Gad, Geuel the son of Machi.
τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι
16These are the names of the men Moses sent to spy out the land. Now Moses called Hoshea, the son of Nun, Joshua.
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν
17Then Moses sent them to spy out the land of Canaan and said to them, 'Go up to this desert, and go up to the mountain;
καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
18and you will see the land, and the people who dwell upon it. What are they? Are they strong or weak, few or many?
καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ᾿ αὐτῆς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί
19Also, what is the land they dwell in? Is it good or bad? Then too, what about the cities they inhabit? Are they walled or unwalled?
καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ᾿ αὐτῆς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις
20Then again, what about the ground? Is it fertile or neglected? Are there trees on it? Persevere, and you shall receive some of the fruits of the land.' Now the days were the days of spring, the forerunner of the grapes.
καὶ τίς ἡ γῆ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλῆς
21So they went up and spied out the land from the Desert of Zin as far as Rehob, near the entrance of Hamath.
καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ
22Then they went up through the desert and came to Hebron; Ahiman, Sheshai, and Talmai, the descendants of Anak, were there. (Now Hebron was built seven years before Zoan in Egypt.)
καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου
23Then they came to the Valley of Eshcol and surveyed it, and cut down a branch there with one cluster of grapes; they carried it between two of them on a pole. They also brought some of the pomegranates and figs.
καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾿ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ᾿ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν
24The place was called the Valley of Eshcol because of the cluster the sons of Israel cut down there.
τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ
25Then they returned from spying out the land after forty days.
καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
26Now they departed and came back to Moses and Aaron and to all the congregation of the children of Israel in the Desert of Paran, at Kadesh; they brought back word to them and to all the congregation, and showed them the fruit of the land.
καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς
27Then they told him and said, 'We went to the land where you sent us. It truly flows with milk and honey, and this is its fruit.
καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ οὗτος ὁ καρπὸς αὐτῆς
28Nevertheless, the people who dwell in the land are strong; the cities are fortified and very large; moreover we saw the descendants of Anak there.
ἀλλ᾿ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾿ αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ
29The Amalekites dwell in the land toward the south; the Hittites, the Evites, the Jebusites, and the Amorites dwell in the mountains; and the Canaanites dwell by the sea and along the banks of the Jordan.'
καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν
30Then Caleb quieted the people towards Moses, and said to him, 'No, but let us go up at once and take possession of it, for we are well able to overcome them.'
καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς
31But the men who went up with him said, 'We are not going up, for we are unable to go up against them, because they are stronger than we.'
καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾿ αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον
32So they instilled a terror for the land which they spied out among the children of Israel, saying, 'The land through which we went as spies is a land that devours its inhabitants, and all the people we saw in it are men of great stature.
καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾿ αὐτῆς ἐστιν πᾶς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις
33There we saw the giants; and we seemed like grasshoppers to them, but so we actually were.'
καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν