Old Testament
Isaiah 60
1Shine, shine, O Jerusalem, for your light is come, and the glory of the Lord is risen upon you.
φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
2Behold, darkness and gloom shall cover the earth upon the nations, but the Lord will shine on you; and His glory shall be seen upon you.
ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ᾿ ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται
3Kings shall come to your light, and the Gentiles to your brightness.
καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου
4Lift up your eyes all around, and see your children gathered together. Behold, all your sons come from afar, and your daughters shall be lifted upon their shoulders.
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται
5Then you will see, fear and be amazed in your heart, because the wealth of the sea and of nations and peoples shall change their course and turn to you.
τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν καὶ ἥξουσίν σοι
6Herds of camels shall come to you, and the camels of Midian and Ephah shall cover you. All those from Sheba shall come bearing gold, and they shall bring frankincense and proclaim the good news of the Lord's salvation.
ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται
7All the sheep of Kedar shall be gathered together to you, and the rams of Nebaioth shall come to you. They shall offer acceptable sacrifices upon My altar, and My house of prayer shall be glorified.
καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται
8Who are these who fly like clouds and like doves with young?
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς
9The coastlands waited for Me, and the ships of Tarshish among the first, to bring your children from afar, and silver and gold with them for the sake of the Lord's name, and because the Holy One of Israel is glorified.
ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι
10Foreigners shall build your walls, and their kings shall defend you; for I struck you because of My wrath, and I loved you because of My mercy.
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
11Your gates shall be opened continually, and they shall not be shut day or night, to bring you the power of the Gentiles, and their kings leading them.
καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους
12For the nations and their kings who will not serve you shall perish, and those nations will be utterly desolate.
τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται
13The glory of Lebanon shall come to you, with the cypress, the pine, and the cedar together, to glorify My holy place.
καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
14The sons of those who humbled and provoked you shall go to you in fear, and you shall be called City of the Lord, Zion of the Holy One of Israel.
καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήσῃ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
15Because you were forsaken and hated, and there was no one to help you, therefore I will make you an eternal joy, the gladness of generations to generations.
διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηθῶν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεῶν γενεαῖς
16You shall drink the milk of the Gentiles and eat the wealth of kings. You shall know I am the Lord who saves you and the God of Israel who delivers you.
καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
17Instead of bronze, I will bring you gold, and instead of iron, I will bring you silver, and instead of wood, I will bring you bronze, and instead of stones, iron. I will establish your rulers in peace and your bishops in righteousness.
καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ
18Unrighteousness shall no longer be heard in your land, neither destruction nor distress within your boundaries, but your walls shall be called Salvation, and your gates Sculptured Work.
καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
19The sun shall no longer be your light by day, nor shall the rising of the moon shine on you at night, but the Lord shall be your everlasting light, and God, your glory.
καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα ἀλλ᾿ ἔσται σοι κύριος φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
20For your sun shall no longer set, nor shall your moon be eclipsed, for the Lord shall be your everlasting light, and the days of your mourning shall be fulfilled.
οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου
21Also your people shall all be righteous, and they shall inherit the land forever, guarding what they planted, the works of their hands, for glory.
καὶ ὁ λαός σου πᾶς δίκαιος καὶ δι᾿ αἰῶνος κληρονομήσουσιν τὴν γῆν φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν
22The few in number shall become thousands, and the lesser shall become a great nation. I the Lord will gather them together at the appointed time.
ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς