Orthodox Study

Old Testament

Isaiah 31

1Woe to those who go down to Egypt for help and rely on horses, who trust in chariots because they are many, and in horsemen because they are very strong, but who do not trust in the Holy One of Israel, nor seek God!

οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ᾿ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ᾿ ἵπποις πλῆθος σφόδρα καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν

2So He wisely brings evils upon them, and His word cannot be set aside, for He will rise up against the houses of evil men and against their vain hope.

καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ᾿ αὐτοὺς κακά καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ καὶ ἐπαναστήσεται ἐπ᾿ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν

3Now an Egyptian is a man, and not God; and their horses are flesh, and not a help. The Lord shall bring His hand against them, and those who help them shall become weary. All will perish together.

Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ ἅμα πάντες ἀπολοῦνται

4For thus the Lord said to me: 'As a lion roars, and a young lion over his prey, which he took and cries out upon it until the mountains are filled with his sound, and the animals are awestruck and terrified at the fierceness of his anger, so the Lord of hosts will come down to fight for Mount Zion, even upon her mountains.

ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ᾿ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς

5Like birds flying about, so will the Lord defend Jerusalem. He will deliver, preserve, and save it.'

ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει

6Return, you who planned a deep and lawless counsel.

ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον

7For in that day, men shall renounce their idols of silver and gold, which their hands made.

ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν

8Then the Assyrian shall fall by a sword not of man, and a sword not of man shall devour him. He shall not flee from the sword, but his young men shall be overthrown.

καὶ πεσεῖται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα

9For they shall be surrounded by a rock as by a barricade, and he who flees shall be caught.

πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text