Orthodox Study

Old Testament

Isaiah 39

1At that time, Merodach the son of Baladan, king of Babylon, sent letters, ambassadors, and gifts to Hezekiah, for he heard he was sick and almost died, but had recovered.

ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη

2Hezekiah was very glad they came, and he showed them the house of his treasures—the oil of myrrh, the fragrant incense, the ointment, the silver and the gold—and all the treasure houses with their vessels, and everything found among his treasures. There was nothing in his house he did not show them.

καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ

3Then Isaiah the prophet went to King Hezekiah, and said to him, 'What did these men say, and from where did they come to you?' So Hezekiah said, 'They came to me from a far country, from Babylon.'

καὶ ἦλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος

4Then he said, 'What did they see in your house?' So Hezekiah answered, 'They saw everything in my house; there is nothing in my house they did not see, even among my treasures.'

καὶ εἶπεν Ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν Εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου

5Then Isaiah said to Hezekiah, 'Hear the word of the Lord of hosts:

καὶ εἶπεν αὐτῷ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ

6'Behold, the days are coming,' says the Lord, 'when everything in your house and everything your fathers accumulated until this day shall be carried to Babylon; nothing shall be left.'

ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ ὁ θεὸς

7God also said they shall take away some of your sons whom you begot, and make them eunuchs in the palace of the king of Babylon.'

ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων

8So Hezekiah said to Isaiah, 'The Lord's word you spoke is good. Let there indeed be peace and righteousness in my days.'

καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text