Orthodox Study

Old Testament

Isaiah 36

1Now it came to pass in the fourteenth year of King Hezekiah that Sennacherib king of the Assyrians came up against all the fortified cities of Judah and took them.

καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς

2Then the king of the Assyrians sent Rabshakeh with a great army from Lachish to King Hezekiah at Jerusalem, and he stood by the aqueduct of the upper pool, on the way of the fuller's field.

καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως

3So Eliakim the son of Hilkiah, the steward, Shebna the scribe, and Joah the son of Asaph, the recorder, came out to him.

καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος

4Then the Rabshakeh said to them, 'Say now to Hezekiah, 'Thus says the great king, the king of the Assyrians: 'Why are you confident?

καὶ εἶπεν αὐτοῖς Ραψακης εἴπατε Εζεκια τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων τί πεποιθὼς εἶ

5Is a war carried on by counsel or mere words? Now in whom do you trust, that you disobey me?

μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι

6Behold, you are trusting in the staff of this broken reed, Egypt, on which if a man leans, it will puncture his hand. So is Pharaoh king of Egypt and all who trust in him.

ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ᾿ Αἴγυπτον ὃς ἂν ἐπ᾿ αὐτὴν ἐπιστηρισθῇ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ

7But will you say, 'We trust in the Lord our God'?' '

εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν

8Now therefore, make an agreement with my lord the king of the Assyrians, and I will give you two thousand horses—if you are able on your part to put riders on them.

νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς

9How are you able to turn back the face of one governor? Those who trust in the Egyptians for horse and rider are our servants.

καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην

10Have we now come up without the Lord to make war against this country?'

καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν

11Then Eliakim, Shebna, and Joah said to the Rabshakeh, 'Speak to your servants in the Syrian language, for we understand it; and do not speak to us in Hebrew in the hearing of the men who are on the wall.'

καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί ἀκούομεν γὰρ ἡμεῖς καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαϊστί καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει

12But Rabshakeh said to them, 'Has my lord sent me to your lord or to you to speak these words? Has he not sent me to speak to the men who sit on the wall, so they may eat their own dung, and drink their own urine with you?'

καὶ εἶπεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα

13Then the Rabshakeh stood and called out with a loud voice in Hebrew, and said, 'Hear the words of the great king, the king of the Assyrians.

καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

14Thus says the king: 'Do not let Hezekiah deceive you with words which will be unable to deliver you;

τάδε λέγει ὁ βασιλεύς μὴ ἀπατάτω ὑμᾶς Εζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς

15nor let Hezekiah say to you, 'God will deliver you, and this city will not be given into the hand of the king of the Assyrians.' '

καὶ μὴ λεγέτω ὑμῖν Εζεκιας ὅτι ῥύσεται ὑμᾶς ὁ θεός καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων

16Do not listen to Hezekiah; for thus says the king of Assyria: 'If you wish to be blessed, come out to me, and each of you will eat from his own vine and his own fig tree, and all of you will drink the waters of your own cistern,

μὴ ἀκούετε Εζεκιου τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων εἰ βούλεσθε εὐλογηθῆναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν

17until I come and take you away to a land like your own land, a land of grain and wine, and of bread and vineyards.'

ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων

18Let not Hezekiah deceive you, saying, 'God will deliver us.' Has any one of the gods of the nations delivered its land from the hand of the king of the Assyrians?

μὴ ὑμᾶς ἀπατάτω Εζεκιας λέγων ὁ θεὸς ὑμῶν ῥύσεται ὑμᾶς μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων

19Where are the gods of Hamath and Arpad? Where are the gods of Sepharvaim? Have they delivered Samaria from my hand?

ποῦ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαθ καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου

20Who among all the gods of these nations delivered his land from my hand, that God should deliver Jerusalem from my hand?'

τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου ὅτι ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου

21But they held their peace and answered him not a word, because of the king's commandment not to answer him.

καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι

22Then Eliakim the son of Hilkiah, the steward, Shebna the scribe of the army, and Joah the son of Asaph, the recorder, came to Hezekiah with their clothes torn and told him the words of the Rabshakeh.

καὶ εἰσῆλθεν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text