Old Testament
Isaiah 45
1Thus says the Lord God to Cyrus, My anointed, whose right hand I hold that nations might be obedient before him, and I will break the strength of kings: I will open doors before him, and the cities will not be closed.
οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
2'I will go before you and level mountains; I will break in pieces the gates of bronze and shatter the bars of iron.
ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
3I will give you the treasures of darkness, and I shall open unseen secret things to you, so you may know I, the Lord God, who call you by your name, am the God of Israel.
καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ισραηλ
4For Jacob My servant's sake, and Israel My elect, I will call you by your name; I will accept you, though you have not known Me.
ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
5For I am the Lord God. There is no God besides Me, and you have not known Me.
ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός καὶ οὐκ ᾔδεις με
6I will call you by name and accept you, so those who come from the east and the west may know there is none besides Me. I am the Lord God, and there is no other.
ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
7I am He who prepared light and made darkness, who makes peace and creates troublesome things. I am the Lord God who does all these things.
ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα πάντα
8Let heaven above be glad, and let the clouds sprinkle righteousness. Let the earth bring forth mercy and righteousness together. I am the Lord who created you.
εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
9'As the clay of a potter, what better thing have I created? Will the one plowing plow all day? Shall the clay say to the potter who forms it, 'What are you making, for you neither work nor have hands?'
ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας
10As though one should say to his father, 'What will you beget?' Or to his mother, 'What will you bring forth?' '
ὁ λέγων τῷ πατρί τί γεννήσεις καὶ τῇ μητρί τί ὠδινήσεις
11Thus says the Lord God, the Holy One of Israel, who made the things that are to come: 'Ask Me concerning My sons and daughters; and command Me concerning the works of My hands.
ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι
12I made the earth and mankind upon it. With My hand I established heaven and commanded all the stars.
ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην
13I raised him up to be a king with righteousness, and all his ways are right. He shall build My city and return the captivity of My people, not with ransoms or gifts,' says the Lord of hosts.
ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἶπεν κύριος σαβαωθ
14Thus says the Lord of hosts: 'Egypt labored for you, and the merchandise of the Ethiopians and of the Sabeans, men of stature, shall pass over to you. They shall be your servants and follow behind you, bound with handcuffs. They shall bow down and make supplication to you, because God is with you; and they shall say, 'There is no God besides You.
οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐροῦσιν οὐκ ἔστιν θεὸς πλὴν σοῦ
15For You are God, the God of Israel, the Savior, yet we knew it not.'
σὺ γὰρ εἶ θεός καὶ οὐκ ᾔδειμεν ὁ θεὸς τοῦ Ισραηλ σωτήρ
16All who oppose him shall be ashamed and disgraced and shall walk in shame. Be restored to Me, O coastlands.
αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ ἐγκαινίζεσθε πρός με νῆσοι
17Israel is saved by the Lord with an everlasting salvation. They will not be ashamed or disgraced forever.'
Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος
18For thus says the Lord, who made heaven—this is the God who formed the earth and made it. He established it, and did not make it in vain, but formed it to be inhabited—'I Am, and there is no other.
οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19I have not spoken in secret, nor in a dark place of the earth. I did not say to the seed of Jacob, 'Seek Me in vain.' I Am, I am the Lord who speaks righteousness and declares the truth.
οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ οὐκ εἶπα τῷ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20Assemble yourselves and come. Take counsel together, you who are saved from among the nations. Those who set up the wood of their carved image have no knowledge, and pray to gods who do not save.
συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σῴζουσιν
21If they will declare, let them draw near, so as to know together who caused these things to be heard from the beginning. At that time it was told you, 'I am God, and there is no other besides Me; there is no righteous God and Savior in addition to Me.'
εἰ ἀναγγελοῦσιν ἐγγισάτωσαν ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ᾿ ἀρχῆς τότε ἀνηγγέλη ὑμῖν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ
22Return to Me, and you shall be saved, you who are from the ends of the earth. For I am God, and there is no other.
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23I swore by Myself: righteousness will truly proceed from my mouth; My words shall not be turned away, that to Me every knee shall bow, and every tongue shall confess to God,
κατ᾿ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ
24saying, 'Righteousness and glory shall come to Him, and all who separate themselves from Him shall be put to shame.'
λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25All the seed of the children of Israel shall be made righteous by the Lord, and glorified in God.'
ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ