Old Testament
Isaiah 29
1Woe to the city of Ariel, against which David waged war! Gather fruits year by year, for you will eat with Moab.
οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ᾿ ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ
2For I will afflict Ariel, and her strength and wealth will be mine.
ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί
3I will encircle you as David did, and I will put a barricade around you, and place towers around you.
καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους
4Your words will be humbled to the earth, and your words will sink into the earth. Your speech shall be like those calling out of the ground, and your voice weakened to the ground.
καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει
5Moreover the wealth of the ungodly shall be like the dust of a wheel and like dirt carried away. It shall be as though in an instant and suddenly
καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
6from the Lord of hosts; for there will be a visitation with thunder and earthquake and a great noise, and a sudden blast of wind and a devouring flame of fire.
παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα
7The wealth of all the nations, as many as fought against Ariel, and all who wage war against Jerusalem, and all who gather against her and afflict her, shall be as one who dreams in the night.
καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ᾿ αὐτὴν καὶ θλίβοντες αὐτήν
8They shall be like those who eat and drink in a dream, and when they awake their dream was useless, and as a thirsty man dreams, as if he is drinking but is still thirsty when he wakes, and his soul hoped in vain, so will be the wealth of all the nations that fought against Mount Zion.
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων
9Faint and be amazed; be overpowered, not with strong drink nor with wine,
ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου
10for the Lord made you drink a spirit of deep sleep, and He shall close their eyes and the eyes of their prophets and rulers, who see secret things.
ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά
11All these things shall be to you as the words of this sealed book, which if they should give to a learned man, saying, 'Read this,' then he will say, 'I cannot read this, for it is sealed.'
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ
12This book shall also be placed in the hands of an unlearned man, and one shall say to him, 'Read this,' then he will say, 'I do not understand writings.'
καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρεῖ αὐτῷ ἀνάγνωθι τοῦτο καὶ ἐρεῖ οὐκ ἐπίσταμαι γράμματα
13So the Lord said, 'These people draw near to Me and honor Me with their lips, but their heart is far from Me, and they worship Me in vain, teaching the commandments and doctrines of men.
καὶ εἶπεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας
14Therefore behold, I will proceed to remove this people, and I shall remove them. I shall destroy the wisdom of the wise and hide the understanding of the intelligent.'
διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω
15Woe to those who deepen their counsel, but not through the Lord! Woe to those who take counsel in secret and whose works are in darkness! They say, 'Who sees us?' and, 'Who knows us or what we do?'
οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν
16Shall you not be considered as the clay of the potter? Shall what is molded of clay say to him who molded it, 'You did not create me'? Or shall the work say to him who made it, 'You did not make me wisely'?
οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι οὐ σύ με ἔπλασας ἢ τὸ ποίημα τῷ ποιήσαντι οὐ συνετῶς με ἐποίησας
17Is it not yet a very little while until Lebanon shall be changed like Mount Carmel, and Mount Carmel be considered a forest?
οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται
18In that day, the deaf shall hear the words of the book, and the eyes of those in darkness and in a fog shall see.
καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν βλέψονται
19The poor also shall rejoice exceedingly in gladness because of the Lord, and the hopeless among men shall be filled with gladness.
καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης
20The lawless man has come to an end, and the arrogant man has perished. Those who act lawlessly in malice are utterly destroyed,
ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ
21as well as those who cause men to sin in word. They shall make all who condemn at the gates an offense, because they turned aside the righteous man with wrongdoing.
καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον
22Therefore the Lord says this concerning the house of Jacob, whom He set apart out of Abraham: 'Now Jacob shall not be ashamed, nor shall Israel now change his countenance.
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νῦν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ
23But when their children see My works, they shall sanctify My name for My sake, and will sanctify the Holy One of Jacob, and fear the God of Israel.
ἀλλ᾿ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν τοῦ Ισραηλ φοβηθήσονται
24And those who erred in spirit shall know understanding, and those who complained will learn to obey, and the stammering tongues shall learn to speak peace.'
καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην