Orthodox Study

Old Testament

Ezekiel 39

1As for you, son of man, prophesy against Gog and say, 'Thus says the Lord: 'Behold, I am against you, O Gog, the ruler of Rosh, Meshech, and Tubal.

καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ

2I will gather and guide you, and raise you up from the far north, and bring you upon the mountains of Israel.

καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ᾿ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ

3Then I will destroy the bow in your left hand and the arrows in your right hand; and I will cast you down upon the mountains of Israel.

καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε

4For you and all with you shall fall, and I shall give the nations with you to the multitude of birds, to every fowl. But I will give you to all the wild animals of the field to be devoured,

ἐπὶ τὰ ὄρη Ισραηλ καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι

5for you will fall on the face of the open plain, because I have spoken,' says the Lord.

ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος

6'I will also send fire upon Gog, and the coastal peoples shall dwell in peace. Then they will know that I am the Lord,

καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ᾿ εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

7and My holy name will be known in the midst of My people Israel; and My holy name will no longer be desecrated. The nations will also know that I am the Lord, the Holy One in Israel.

καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ

8Behold, it is coming, and you will know it shall be,' says the Lord and Master.

ἰδοὺ ἥκει καὶ γνώσῃ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα

9'This is the day of which I have spoken. Those who dwell in the cities of Israel will also go out and make a fire with the weapons: the shields and spears, the bows and arrows, and the javelins and lances; and they shall keep the fire burning for seven years.

καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη

10So they will not take any wood from the field, nor cut down any of the forests; rather, they will burn the weapons, and plunder those who plundered them, and despoil those who took spoils from them,' says the Lord.

καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν ἀλλ᾿ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος

11'In that day it shall come to pass that I will give Gog a place of renown, a monument in Israel, a common burial place of those who come to the sea. There they shall bury Gog and all his multitude round about the edge of the valley, and it will be called the Burial Place of Gog.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν μνημεῖον ἐν Ισραηλ τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ

12The house of Israel shall bury them, that the land may be cleansed in the space of seven months.

καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ

13Yes, all the people of the land will bury them, and it shall be a place of renown for them in the day I was magnified,' says the Lord.

καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει κύριος

14'So they will appoint men continually to pass through the land to bury those bodies yet on the ground, to cleanse it by the end of seven months; and they will seek them out.

καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν

15Everyone who passes through the land and sees a man's bone will also set a marker by it, until the grave diggers shall bury it in the Burial Place of Gog.

καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ᾿ αὐτὸ σημεῖον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ

16Indeed, the name of the city shall be Burial Place. Thus the land will be cleansed.' '

καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον καὶ καθαρισθήσεται ἡ γῆ

17'As for you, son of man, say, 'Thus says the Lord: 'Speak to every sort of bird and every wild animal of the field: 'Assemble yourselves and come; gather together from all sides to My sacrifice which I offered up for you, a great sacrifice on the mountains of Israel, and you will eat meat and drink blood.

καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα

18You will eat the flesh of mighty men and drink the blood of the rulers of the earth: the rams, the young bulls, and the male goats; for they are all fatted animals.

κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες

19You will eat fat until you are full, and drink wine until you are drunken from My sacrifice which I slaughtered for you.

καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν

20You will be filled at My table, eating horse and rider, and the mighty man, and every warrior,' says the Lord.

καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος

21'I will set My glory in your midst, and all the nations will see My judgment which I executed, and My hand which I laid on them.

καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπ᾿ αὐτούς

22Then the house of Israel will know that I am the Lord their God from this day forward.

καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα

23All the nations will also know that the house of Israel was led into captivity on account of their sins, because they rejected Me. So I turned My face away from them and delivered them into the hands of their enemies; and they all fell by the sword.

καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ισραηλ ἀνθ᾿ ὧν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν καὶ ἔπεσαν πάντες μαχαίρᾳ

24According to their uncleanness and according to their lawless actions I dealt with them, and turned My face away from them.'

κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν

25'Therefore thus says the Lord and Master: 'Now I will turn back the captivity of Jacob and have mercy on the house of Israel; and I will be jealous for the sake of My holy name.

διὰ τοῦτο τάδε λέγει κύριος κύριος νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου

26They shall bear their dishonor and the wrongdoing they committed when they dwelt upon the land in peace; and there shall be no one to frighten them.

καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ᾿ εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν

27Thus when I bring them back from the nations and gather them from the countries of the nations, I will be sanctified among them in the sight of the nations.

ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν

28Then they will know that I am the Lord their God, when I reveal Myself to them among the nations.

καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν

29But I will not turn away My face from them anymore, because I poured out My anger on the house of Israel,' says the Lord and Master.' '

καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἀνθ᾿ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ισραηλ λέγει κύριος κύριος

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text