Orthodox Study

Old Testament

Ezekiel 12

1Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2'Son of man, you dwell in the midst of wrongdoers who have eyes to see, but do not see, and ears to hear, but do not hear; for they are a house of provocation.

υἱὲ ἀνθρώπου ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἶκος παραπικραίνων ἐστίν

3As for you, son of man, prepare belongings for captivity, for captivity by daylight and in their sight. You will be taken into captivity from your place to a different place, a place in their sight; so they may see they are a house of provocation.

καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν ὅπως ἴδωσιν διότι οἶκος παραπικραίνων ἐστίν

4You will carry out your belongings as baggage for captivity by day before their eyes; and you shall go out in the evening as a captive goes out.

καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾿ ὀφθαλμοὺς αὐτῶν καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος

5Dig through the wall for yourself, and you shall go out through it in their sight.

ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι᾿ αὐτοῦ

6You shall be carried on men's shoulders and go forth in secret. You shall cover your face and not see the ground, because I have made you a sign to the house of Israel.'

ἐνώπιον αὐτῶν ἐπ᾿ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ

7So I did this according to all He commanded me. I brought out my belongings as baggage for captivity by day, dug through the wall for myself in the evening, and went out in secret. I was borne upon men's shoulders before them.

καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον ἐπ᾿ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν

8Then in the morning, the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγων

9'Son of man, has not the house of Israel, the house that provokes, said to you, 'What are you doing?'

υἱὲ ἀνθρώπου οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων τί σὺ ποιεῖς

10Say to them, 'Thus says the Lord, the Master, the Ruler and the Leader in Jerusalem and over all the house of Israel in their midst.

εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν

11Say, 'I am performing signs in her midst. As I have done, so shall it be to them, and they shall go into deportation and captivity.'

εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοῖς ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται

12The ruler in their midst will be carried on men's shoulders and will go out secretly through the wall. He shall dig through that he may pass through it. He shall cover his face so as to remain hidden from any eye; and he himself shall not see the ground.

καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾿ αὐτοῦ τὸ πρόσωπον αὐτοῦ συγκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται

13I will spread out My net over him, and he shall be caught in My enclosure. I will lead him to Babylon, to the land of the Chaldeans, but he will not see it, though he shall die there.

καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾿ αὐτόν καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει

14I will scatter to every wind all his assistants around him, and all his auxiliaries; and I will unsheathe a sword after them.

καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν

15Then they shall know that I am the Lord, when I scatter them among the nations and disperse them in the countries.

καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις

16But I will spare a few of their men from the sword, famine, and pestilence so they may declare all their lawlessness among the nations where they go. They shall know that I am the Lord.' '

καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριος

17Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

18'Son of man, you shall eat your bread in sorrow and drink your water with torment and affliction.

υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ᾿ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι

19You shall say to the people of the land, 'Thus says the Lord to the inhabitants of Jerusalem and to the land of Israel: 'They shall eat their bread in poverty and drink their water in desolation, that the land may be destroyed with its fullness; for all who dwell in it are ungodly.

καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ τοὺς ἄρτους αὐτῶν μετ᾿ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ

20Their inhabited cities shall be utterly wasted and their land destroyed. You shall know that I am the Lord.' ' '

καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

21Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

22'Son of man, what is your parable about the land of Israel which says, 'The days are far off; the vision has perished'?

υἱὲ ἀνθρώπου τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις

23Therefore say to them, 'Thus says the Lord: 'I shall remove this parable, and no longer shall the house of Israel repeat this parable.' For you shall say to them, 'The days are at hand, and the word of every vision.

διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως

24For there shall no longer be any false vision or favorable prophesying in the midst of the children of Israel.

ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ

25For I, the Lord, shall speak my words; I will speak and perform them. I shall delay no longer, because in your days, O house which provokes, I will speak the word and perform it,' says the Lord.' '

διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος

26Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

27'Son of man, behold, the house of Israel which provokes is surely saying, 'The vision this man sees is many days from now, and he prophesies of times far off.'

υἱὲ ἀνθρώπου ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει

28Therefore say to them, 'Thus says the Lord: 'All My words I speak shall no longer be delayed. I will speak and do,' says the Lord.' '

διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text