Old Testament
Ezekiel 25
1Again the word of the Lord came to me, saying,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2'Son of man, set your face against the children of Ammon and prophesy against them.
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προφήτευσον ἐπ᾿ αὐτοὺς
3You shall say to the children of Ammon, 'Hear the word of the Lord. Thus says the Lord: 'Because you rejoiced against My sanctuary when it was desecrated, and against the land of Israel when it was destroyed, and against the house of Judah when they went into captivity;
καὶ ἐρεῖς τοῖς υἱοῖς Αμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἶκον τοῦ Ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ
4therefore, behold, I shall deliver you over to the children of Kedem as an inheritance. They will dwell among you with their goods and pitch their tents among you. They will eat your fruit and drink your drinks.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου
5I shall make the city of Ammon a pasturage for camels, and Rabbah a resting place for sheep. Then you will know that I am the Lord.'
καὶ δώσω τὴν πόλιν τοῦ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
6For thus says the Lord: 'Because you clapped your hands, and applauded with your feet, and rejoiced in your soul against the land of Israel;
διότι τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ισραηλ
7therefore, I shall stretch out My hand against you and give you as plunder to the nations. I shall utterly destroy you from among the peoples and cause you to perish from the countries. Then you will know that I am the Lord.'
διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος
8'Thus says the Lord: 'Because Moab said, 'Behold, the house of Israel and Judah is like all the nations,'
τάδε λέγει κύριος ἀνθ᾿ ὧν εἶπεν Μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ισραηλ καὶ Ιουδα
9therefore, behold, I shall weaken the shoulder of Moab from its prominent cities—its choice land—as is the house of Beth Jeshimoth, above the spring of the seaside city.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ ἐκλεκτὴν γῆν οἶκον Ασιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας
10I have given these cities, as well as the children of Ammon, as an inheritance to the sons of Kedem, so there may be no memory of the sons of Ammon.
τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων
11Thus I shall take vengeance upon Moab, and they will know that I am the Lord.'
καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος
12'Thus says the Lord: 'Because of what Edom did when it took revenge on the house of Judah, and because they remembered wrongs and exacted punishment,'
τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἐποίησεν ἡ Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην
13therefore, thus says the Lord: 'I shall also stretch out My hand against Edom, and destroy man and cattle from it, and make it a desert. They will be pursued from Teman and fall by the sword.
διὰ τοῦτο τάδε λέγει κύριος καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται
14I shall execute My vengeance on Edom by the hand of My people Israel, and they will do in Edom according to My wrath and anger. Then they will know My vengeance,' says the Lord.
καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου Ισραηλ καὶ ποιήσουσιν ἐν τῇ Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος
15'Therefore thus says the Lord: 'Because the foreigners exacted vengeance and raised up vengeance, rejoicing in their souls to destroy My people forever,'
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος
16therefore, thus says the Lord: 'Behold, I shall stretch out My hand against the foreigners, and I shall utterly destroy the Cretans. I shall also destroy those who dwell on the seacoast.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν
17I shall execute great vengeance, and they will know that I am the Lord, when I bring My vengeance upon them.' ' '
καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ᾿ αὐτούς