Orthodox Study

Old Testament

Ezekiel 37

1Again the hand of the Lord came upon me, and brought me by the Spirit of the Lord, and set me in the midst of the plain, which was full of human bones.

καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων

2So He led me round about them, and behold, there was a great multitude of bones on the face of the plain. They were very dry.

καὶ περιήγαγέν με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου ξηρὰ σφόδρα

3Then He said to me, 'Son of man, can these bones live?' So I answered, 'O Lord, You know this.'

καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα καὶ εἶπα κύριε σὺ ἐπίστῃ ταῦτα

4Then He said to me, 'Prophesy to these bones and say to them, 'O dry bones, hear the word of the Lord.

καὶ εἶπεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς τὰ ὀστᾶ τὰ ξηρά ἀκούσατε λόγον κυρίου

5Thus says the Lord to these bones: 'Behold, I will bring the Spirit of life upon you.

τάδε λέγει κύριος τοῖς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς

6I will put muscles on you and bring flesh upon you. I will cover you with skin and put my Spirit into you. Then you shall live and know that I am the Lord.' ' '

καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ᾿ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος

7So I prophesied as He commanded me, and it came to pass while I prophesied that, behold, there was a shaking, and the bones came together, each one to its joint.

καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ

8So I looked, and behold, muscle and flesh grew upon them, and skin covered them over; but no breath was in them.

καὶ εἶδον καὶ ἰδοὺ ἐπ᾿ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ δέρμα ἐπάνω καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς

9Then He said to me, 'Prophesy to the wind, prophesy, son of man, and say to the wind, 'Thus says the Lord: 'Come from the four winds and breathe upon these dead men; and let them live.' ' '

καὶ εἶπεν πρός με προφήτευσον υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὸ πνεῦμα καὶ εἰπὸν τῷ πνεύματι τάδε λέγει κύριος ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν

10So I prophesied as He commanded me, and the Spirit entered into them; and they lived and stood upon their feet, an exceedingly great assembly.

καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν συναγωγὴ πολλὴ σφόδρα

11Again the Lord spoke to me, saying, 'Son of man, these bones are the whole house of Israel. They say, 'Our bones are dry, our hope has perished, and we are lost.'

καὶ ἐλάλησεν κύριος πρός με λέγων υἱὲ ἀνθρώπου τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ισραηλ ἐστίν καὶ αὐτοὶ λέγουσιν ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν διαπεφωνήκαμεν

12Therefore prophesy and say to them, 'Thus says the Lord: 'Behold, I will open your tombs, bring you up from your graves, and bring you into the land of Israel.

διὰ τοῦτο προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἀνοίγω ὑμῶν τὰ μνήματα καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ

13Then you will know that I am the Lord, when I open your tombs to lead you, My people, up from their graves.

καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου

14I will put My Spirit in you, and you will live; and I will place you in your own land. Then you will know that I am the Lord. I have spoken, and I will do it,' says the Lord.' '

καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς καὶ ζήσεσθε καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω λέγει κύριος

15Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

16'As for you, son of man, take a rod for yourself and write on it, 'Judah and the sons of Israel devoted to him.' Then take a second rod for yourself and write on it, 'For Joseph, the rod of Ephraim, and all the sons of Israel added to him.'

υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ᾿ αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ᾿ αὐτόν καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν τῷ Ιωσηφ ῥάβδον Εφραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεθέντας πρὸς αὐτόν

17Then you shall join them to one another for yourself so as to form one rod, and they shall be in your hand.

καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς καὶ ἔσονται ἐν τῇ χειρί σου

18'So it shall be, when the sons of your people speak to you, saying, 'Will you not tell us what you mean by these?'-

καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτά σοι

19then you will say to them, 'Thus says the Lord: 'Behold, I will take the tribe of Joseph, which is in the hand of Ephraim, and the tribes of Israel, who are added to him, and I will give them to the tribe of Judah. They shall be one rod in the hand of Judah.' '

καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λήμψομαι τὴν φυλὴν Ιωσηφ τὴν διὰ χειρὸς Εφραιμ καὶ τὰς φυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ιουδα καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ιουδα

20The rods on which you write will be in your hand before their eyes.

καὶ ἔσονται αἱ ῥάβδοι ἐφ᾿ αἷς σὺ ἔγραψας ἐπ᾿ αὐταῖς ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν

21Then you shall say to them, 'Thus says the Lord and Master: 'Behold, I will take the whole house of Israel from the midst of the nations where they went, and will gather them from every side, to bring them into the land of Israel.

καὶ ἐρεῖς αὐτοῖς τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ισραηλ ἐκ μέσου τῶν ἐθνῶν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ισραηλ

22I shall make them one nation in My land, even on the mountains of Israel, and there will be one Ruler over them. There will no longer be two nations, neither shall they be divided into two kingdoms anymore,

καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ισραηλ καὶ ἄρχων εἷς ἔσται αὐτῶν καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας

23so as to defile themselves with their idols. For I will deliver them from all their lawlessness whereby they sinned, and will cleanse them. They will be to Me as a people, and I shall be to them as their God.

ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὧν ἡμάρτοσαν ἐν αὐταῖς καὶ καθαριῶ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν

24'My Servant David shall be the Ruler among them, and there will be one Shepherd of them all; for they will walk in My ordinances and observe My judgments, and do them.

καὶ ὁ δοῦλός μου Δαυιδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς ἔσται πάντων ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά

25Then they will dwell in their land which I gave Jacob My servant, where their fathers dwelt; and they will dwell upon it, and My servant David shall be their Ruler forever.

καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ιακωβ οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν καὶ κατοικήσουσιν ἐπ᾿ αὐτῆς αὐτοί καὶ Δαυιδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα

26I will make a covenant of peace with them. It shall be an everlasting covenant, and I will establish My sanctuary in their midst forever.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης διαθήκη αἰωνία ἔσται μετ᾿ αὐτῶν καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα

27My tabernacle shall be among them; and I will be their God, and they shall be My people.

καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς καὶ ἔσομαι αὐτοῖς θεός καὶ αὐτοί μου ἔσονται λαός

28Then the nations will know that I am the Lord who sanctifies them, when My sanctuary is among them forever.' ' '

καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text