Old Testament
Ezekiel 13
1Again the word of the Lord came to me, saying,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2'Son of man, prophesy against the prophets of Israel. You shall prophesy and say to them, 'Hear the word of the Lord.
υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου
3'Thus says the Lord: 'Woe to those who prophesy from their hearts, but who see nothing at all!
τάδε λέγει κύριος οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν
4O Israel, your prophets are like foxes in the deserts.
οἱ προφῆταί σου Ισραηλ ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις
5They do not stand in a firm place, and they gather flocks in the house of Israel. They will not stand up who say, 'In the day of the Lord.'
οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ οὐκ ἀνέστησαν οἱ λέγοντες ἐν ἡμέρᾳ κυρίου
6They see lies and prophesy vain things. They say, 'The Lord says,' but the Lord did not send them; yet they begin to establish the word.
βλέποντες ψευδῆ μαντευόμενοι μάταια οἱ λέγοντες λέγει κύριος καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον
7Have you not seen a false vision, and spoken worthless prophecies?' '
οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε
8'Therefore say, 'Thus says the Lord: 'Because your words are lies and your prophecies are worthless, therefore I am against you,' says the Lord.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ᾿ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾿ ὑμᾶς λέγει κύριος
9'I shall stretch out My hand against the prophets who see lies and utter worthless things. They will not exist for the instruction of My people, neither shall they be written down in the record of the house of Israel, nor enter the land of Israel. They shall know that I am the Lord.
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται καὶ γνώσονται διότι ἐγὼ κύριος
10Because they have deceived My people, saying, 'Peace, peace,' and there is no peace; and one builds a wall, and they plaster it—it shall certainly fall.
ἀνθ᾿ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἦν εἰρήνη καὶ οὗτος οἰκοδομεῖ τοῖχον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσεῖται
11Say to those who plaster it, 'It will fall,' for there shall be flooding rain; and I will send hailstones against its joints, and it shall fall; and a wind will rise up and break it down.
εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσεῖται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν καὶ πεσοῦνται καὶ πνεῦμα ἐξαῖρον καὶ ῥαγήσεται
12Behold, the wall has fallen, and will not they say to you, 'Where is the mortar you used to plaster it?' '
καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε
13Therefore thus says the Lord: 'I will also bring forth a driving and furious wind, and there shall be a flooding rain in My anger. They shall be swept away in anger, and there shall be a flooding rain in My wrath; and I shall bring down hailstones in My anger for complete destruction.
διὰ τοῦτο τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν
14So I will break down the wall you plastered, and it shall fall. I shall lay it on the ground, and its foundations will be revealed; and you will be consumed with rebukes. You shall know that I am the Lord.
καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε καὶ πεσεῖται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ καὶ πεσεῖται καὶ συντελεσθήσεσθε μετ᾿ ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
15Thus will I accomplish My anger on the wall and on those who plastered it—it shall fall.' So I said to you, 'The wall is no more, nor those who plastered it;
καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσεῖται καὶ εἶπα πρὸς ὑμᾶς οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν
16even so are the prophets of Israel who prophesy over Jerusalem, and who see visions of peace for her when there is no peace,' says the Lord.'
προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριος
17'As for you, son of man, set your face against the daughters of your people who prophesy from their own heart, and prophesy against them.
καὶ σύ υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ᾿ αὐτὰς
18You shall say, 'Thus says the Lord: 'Woe to the women who sew pillows under every elbow, and make coverings for every head of every age, to mislead souls! The souls of my people are turned aside, and they keep alive souls for themselves.
καὶ ἐρεῖς τάδε λέγει κύριος οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου καὶ ψυχὰς περιεποιοῦντο
19They desecrated My people for the sake of a handful of barley and for pieces of bread, so as to kill souls which should not die, and to keep souls alive which should not live, while you prophesy to a people who listen to worthless speeches.'
καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς ἃς οὐκ ἔδει ἀποθανεῖν καὶ τοῦ περιποιήσασθαι ψυχάς ἃς οὐκ ἔδει ζῆσαι ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα
20'Therefore, thus says the Lord: 'Behold, I am against your pillows whereby you conspire against souls. I will tear them from your arms and free their souls, which you turned aside so as to scatter them.
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν ἐφ᾿ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν
21I will tear away your coverings and deliver My people out of your hand. They shall no longer be in your hand, and you shall know that I am the Lord.
καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
22Because you have turned aside the heart of the righteous man unjustly—whom I did not turn aside—so as to strengthen the hands of the lawless man, that he should not completely turn from his evil way and live;
ἀνθ᾿ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν
23therefore, you shall no longer see false visions, nor utter prophecies; for I will deliver My people out of your hand, and you shall know that I am the Lord.' ' '
διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος