Orthodox Study

Old Testament

Ezekiel 35

1Again the word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2'Son of man, set your face against Mount Seir and prophesy against it,

υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ᾿ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ᾿ αὐτὸ

3and say to it, 'Thus says the Lord and Master: 'Behold, O Mount Seir, I am against you, and I will stretch out My hand against you. I will cause you to become a desert, and you will be wasted.

καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήσῃ

4I will also cause desolation in your cities, and you shall be desolate. Then you will know that I am the Lord.

καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω καὶ σὺ ἔρημος ἔσῃ καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος

5Because you have an eternal hatred for the house of Israel, and laid in wait deceitfully with sword in hand as enemies, in a time of wrongdoing to the extreme;

ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ᾿ ἐσχάτῳ

6therefore, as I live,' says the Lord and Master, 'truly you sinned even to blood, thus blood shall pursue you.

διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος κύριος εἰ μὴν εἰς αἷμα ἥμαρτες καὶ αἷμά σε διώξεται

7I will cause Mount Seir to become a desert and a desolate place, and destroy man and cattle from it.

καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ᾿ αὐτοῦ ἀνθρώπους καὶ κτήνη

8I will fill your hills and valleys with your slain, and in all your plains and among you the slain shall fall by the sword.

καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί

9I will make you an eternal desolation, and your cities will be inhabited no more. Then you will know that I am the Lord.

ἐρημίαν αἰώνιον θήσομαί σε καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος

10'Because you said, 'The two nations and the two countries shall be mine, and I shall inherit them,' though the Lord is there;

διὰ τὸ εἰπεῖν σε τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς καὶ κύριος ἐκεῖ ἐστιν

11therefore, as I live,' says the Lord, 'I will deal with you according to your enmity, and I will be made known to you when I judge you.

διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε

12Then you will know that I am the Lord. I heard the voice of your blasphemies when you said, 'The desert mountains of Israel are given to us as food.'

καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου ὅτι εἶπας τὰ ὄρη Ισραηλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα

13You boasted against Me with your mouth, and I heard it.'

καὶ ἐμεγαλορημόνησας ἐπ᾿ ἐμὲ τῷ στόματί σου ἐγὼ ἤκουσα

14Thus says the Lord: 'When all the earth is in gladness, I will make you a desert.

τάδε λέγει κύριος ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε

15You will be a desert, O Mount Seir, and all of Edom will be utterly destroyed. Then you will know that I am the Lord their God.' '

ἔρημον ἔσῃ ὄρος Σηιρ καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text