Old Testament
1 Chronicles 7
1The sons of Issachar were Tola, Puah, Jashub, and Shimron, four in all.
καὶ τοῖς υἱοῖς Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων τέσσαρες
2The sons of Tola were Uzzi, Rephaiah, Jeriel, Jahmai, Jibsam, and Shemuel, heads of the houses of their fathers. Strong in power, their number in the days of David was twenty-two thousand six hundred, according to their generations.
καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι
3The son of Uzzi was Izrahiah, and the sons of Izrahiah were Michael, Obadiah, Joel, and Ishiah. All five of them were chief men.
καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες
4And with them, by their generations, according to the houses of their fathers, were thirty-six thousand troops ready for war; for they had many wives and sons.
καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ᾿ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς
5Now their brethren among all the families of Issachar were mighty men of valor: listed by their genealogies, they were eighty-seven thousand in all.
καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων
6The sons of Benjamin were Bela, Becher, and Jediael, three in all.
βενιαμιν Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ τρεῖς
7The sons of Bela were Ezbon, Uzzi, Uzziel, Jerimoth, and Iri, five in all. They were heads of houses of families—influential men—and their number was twenty-two thousand thirty-four.
καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες
8The sons of Becher were Zemirah, Joash, Eliezer, Elioenai, Omri, Jerimoth, Abijah, Anathoth, and Alemeth. All these were the sons of Becher.
καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὗτοι υἱοὶ Βαχιρ
9As heads of the houses of their fathers—men of influence—they numbered twenty thousand two hundred, according to their generations.
καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι
10The son of Jediael was Bilhan, and the sons of Bilhan were Jeush, Benjamin, Ehud, Chenaanah, Zethan, Tharshish, and Ahishahar.
καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ
11All these sons of Jediael were heads of the houses of their fathers' houses; there were seventeen thousand two hundred men, strong in strength, fit to go out for war and battle.
πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν
12Shuppim and Huppim were the sons of Ir. Hushim was the son of Aher.
καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ υἱὸς αὐτοῦ Αερ
13The sons of Naphtali were Jahziel, Guni, Jezer, and Shallum, the sons of Bilhah.
υἱοὶ Νεφθαλι Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ υἱοὶ Βαλαα
14The descendants of Manasseh: his Syrian concubine bore him Machir the father of Gilead, the father of Asriel.
υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ
15Machir took as his wife the sister of Huppim and Shuppim, whose name was Maachah. The name of Gilead's grandson was Zelophehad, but Zelophehad begot only daughters.
καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες
16Maachah the wife of Machir bore a son, and she called his name Peresh. The name of his brother was Sheresh, and his sons were Ulam and Rakem.
καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος υἱὸς αὐτοῦ Ουλαμ
17The son of Ulam was Bedan. These were the descendants of Gilead the son of Machir, the son of Manasseh.
καὶ υἱοὶ Ουλαμ Βαδαν οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση
18His sister Hammoleketh bore Ishhod, Abiezer, and Mahlah.
καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα
19The sons of Shemida were Ahian, Shechem, Likhi, and Aniam.
καὶ ἦσαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ
20The sons of Ephraim were Shuthelah, Bered his son, Tahath his son, Eladah his son, Tahath his son,
καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτοῦ καὶ Θααθ υἱὸς αὐτοῦ Ελεαδα υἱὸς αὐτοῦ Νομεε υἱὸς αὐτοῦ
21Zabad his son, Shuthelah his son, and Ezer and Elead. The men of Gath who were born in that land killed them because they came down to take away their cattle.
Ζαβεδ υἱὸς αὐτοῦ Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν
22Then Ephraim their father mourned many days, and his brethren came to comfort him.
καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν
23And when he went in to his wife, she conceived and bore a son; and he called his name Beriah, because tragedy had come upon his house.
καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου
24And for those who remained, he also built Lower and Upper Beth-Horon. And the son of Uzzen was Sheerah;
καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα
25and Rephah was his son, as well as Resheph, and Telah his son, Tahan his son,
καὶ Ραφη υἱοὶ αὐτοῦ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ Θαεν υἱὸς αὐτοῦ
26Laadan his son, Ammihud his son, Elishama his son,
τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ Ελισαμα υἱὸς αὐτοῦ
27Nun his son, and Joshua his son.
Νουμ υἱὸς αὐτοῦ Ιησουε υἱὸς αὐτοῦ
28Now their possessions and dwelling places were Bethel and its towns: to the east Naaran, to the west Gezer and its towns, and Shechem and its towns, as far as Ayyah and its towns;
καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς κατ᾿ ἀνατολὰς Νααραν πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς
29and by the borders of the children of Manasseh were Beth-Shean and its towns, Taanach and its towns, Megiddo and its towns, Dor and its towns. In these dwelt the children of Joseph, the son of Israel.
καὶ ἕως ὁρίων υἱῶν Μανασση Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς Δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ
30The sons of Asher were Imnah, Ishvah, Ishvi, Beriah, and their sister Serah.
υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτῶν
31The sons of Beriah were Heber and Malchiel, who was the father of Birzaith.
καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὗτος πατὴρ Βερζαιθ
32And Heber begot Japhlet, Shomer, Hotham, and their sister Shua.
καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν
33The sons of Japhlet were Pasach, Bimhal, and Ashvath—these were the children of Japhlet.
καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὗτοι υἱοὶ Ιαφαλητ
34The sons of Shemer were Ahi, Rohgah, Jehubbah, and Aram.
καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ
35And the sons of his brother Helem were Zophah, Imna, Shelesh, and Amal.
καὶ Βανηελαμ ἀδελφοὶ αὐτοῦ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ
36The sons of Zophah were Suah, Harnepher, Shual, Beri, Imrah,
υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη
37Bezer, Hod, Shamma, Shilshah, Jithran, and Beera.
Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα
38The sons of Jether were Jephunneh, Pispah, and Ara.
καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα
39The sons of Ulla were Arah, Haniel, and Rizia.
καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια
40All these were the children of Asher, heads of the households of their fathers' houses, choice men, strong in strength and chief leaders. They were recorded by generations among the army fit for battle. Their number was twenty-six thousand.
πάντες οὗτοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες