Old Testament
1 Chronicles 14
1Now Hiram king of Tyre sent to David messengers, cedar trees, masons, and carpenters to build him a house.
καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον
2So David knew the Lord had established him as king over Israel, for his kingdom was highly exalted for the sake of His people Israel.
καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ
3Then David took more wives in Jerusalem, and David begot more sons and daughters.
καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες
4And these are the names of his children whom he had in Jerusalem: Shammua, Shobab, Nathan, Solomon,
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων
5Ibhar, Elishua, Elpelet,
καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ
6Nogah, Nepheg, Japhia,
καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου
7Elishama, Beeliada, and Eliphelet.
καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ
8Now when the Philistines heard David was anointed king over all Israel, all the Philistines went up to seek David. When David heard of it, he went out to meet them.
καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς
9But the Philistines came and raided the Valley of the Giants.
καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων
10And David inquired of God, saying, 'Shall I go up against the Philistines? Will You deliver them into my hand?' The Lord said to him, 'Go up, for I will deliver them into your hand.'
καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου
11So he went up to Baal-Perazim, where David defeated them. Then David said, 'God broke through the lines of my enemy like a breach of water.' He thus called the name of that place Breach of Perazim.
καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν
12And there the Philistines left behind their idols, and David commanded them to burn them up by fire.
καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί
13And again the Philistines made a raid on the Valley of the Giants.
καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων
14And again David inquired of God, and God said to him, 'You shall not go up after them. Instead, circle around them and come upon them near the pear trees.
καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων
15And it shall be, when you hear the tops of the pear trees rustling in the wind, then you shall enter into battle, for God has gone out before you to defeat the army of the Philistines.'
καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων
16So David did as God commanded him, and they drove back the army of the Philistines from Gibeon as far as Gezer.
καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα
17Then the fame of David went out into all lands, and the Lord brought the terror of him upon all nations.
καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη