Old Testament
1 Chronicles 4
1The sons of Judah were Perez, Hezron, Carmi, Hur, and Shobal.
καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ
2And Reaiah the son of Shobal begot Jahath, and Jahath begot Ahumai and Lahad. These were the families of the Zorathites.
καὶ Ραια υἱὸς αὐτοῦ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὗται αἱ γενέσεις τοῦ Σαραθι
3These were the sons of the father of Etam: Jezreel, Ishma, and Idbash; and the name of their sister was Hazelelponi;
καὶ οὗτοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων
4and Penuel was the father of Gedor, and Ezer was the father of Hushah. These were the sons of Hur: the firstborn of Ephrathah the father of Bethlehem.
καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ
5And Ashhur the father of Tekoa had two wives, Helah and Naarah.
καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες Αωδα καὶ Θοαδα
6Naarah bore him Ahuzzam, Hepher, Temeni, and Haahashtari. These were the sons of Naarah.
καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὗτοι υἱοὶ Αωδας
7The sons of Helah were Zereth, Zohar, and Ethnan.
καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν
8Koz begot Anub, Zobebah, and the families of Aharhel the son of Harum.
καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ
9Now Jabez was more honorable than his brothers, and his mother called his name Jabez, saying, 'Because I bore him in pain.'
καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης
10And Jabez called on the God of Israel, saying, 'Oh, that You would bless me indeed, and enlarge my territory, that Your hand would be with me, and make known that You will not humble me.' Then God made it all happen as he requested.
καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο
11Chelub the brother of Shuhah begot Mehir, who was the father of Eshton.
καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὗτος πατὴρ Ασσαθων
12And Eshton begot Beth-Rapha, Paseah, and Tehinnah the father of Ir-Nahash. These were the men of Rechah.
καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι οὗτοι ἄνδρες Ρηφα
13The sons of Kenaz were Othniel and Seraiah. The sons of Othniel were Hathath,
καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ
14and Meonothai who begot Ophrah. Seraiah begot Joab the father of Ge-Harashim, for they were craftsmen.
καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἦσαν
15The sons of Caleb the son of Jephunneh were Iru, Elah, and Naam. The son of Elah was Kenaz.
καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ
16The sons of Jehalelel were Ziph, Ziphah, Tiria, and Asarel.
καὶ υἱὸς αὐτοῦ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ
17The sons of Ezrah were Jether, Mered, Epher, and Jalon. Mered's wife bore Miriam, Shammai, and Ishbah the father of Eshtemoa.
καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων
18His wife Jehudijah bore Jered the father of Gedor, Heber the father of Sochoh, and Jekuthiel the father of Zanoah. These were the sons of Bithiah the daughter of Pharaoh, whom Mered took.
καὶ ἡ γυνὴ αὐτοῦ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ
19The sons of Hodiah's wife, the sister of Naham, were the fathers of Keilah the Garmite and of Eshtemoa the Maachathite.
καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι
20The sons of Shimon were Amnon, Rinnah, Ben-Hanan, and Tilon. The sons of Ishi were Zoheth and Ben-Zoheth.
καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ
21The sons of Shelah the son of Judah were Er the father of Lecah, Laadah the father of Mareshah, and the families of the house of the linen workers of the house of Ashbea;
υἱοὶ Σηλωμ υἱοῦ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα
22also Jokim, and the men of Chozeba and Joash and Saraph, who lived in Moab, and he turned them back. Now the records are ancient.
καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατῴκησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν
23These were the potters living at Netaim and Gederah with the king, who prevailed in his kingdom and lived there.
οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ
24The sons of Simeon were Nemuel, Jamin, Jarib, Zerah, and Shaul,
υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ
25Shallum his son, Mibsam his son, and Mishma his son.
Σαλεμ υἱὸς αὐτοῦ Μαβασαμ υἱὸς αὐτοῦ Μασμα υἱὸς αὐτοῦ
26The sons of Mishma were Hamuel his son, Zacchur his son, and Shimei his son.
Αμουηλ υἱὸς αὐτοῦ Σαβουδ υἱὸς αὐτοῦ Ζακχουρ υἱὸς αὐτοῦ Σεμεϊ υἱὸς αὐτοῦ
27Shimei had sixteen sons and three daughters; but his brothers did not have many children, nor did any of their families multiply as much as the children of Judah.
καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα
28They dwelt at Beersheba, Moladah, Hazar Shual,
καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ
29Bilhah, Ezem, Tolad,
καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ
30Bethuel, Hormah, Ziklag,
καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ
31Beth-Marcaboth, Hazar Susim, Beth-Biri, and at Shaaraim. These were their cities until the reign of David.
καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ
32And their villages were Etam, Ain, Rimmon, Tochen, and Ashan, five cities,
καὶ ἐπαύλεις αὐτῶν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε
33and all their villages were round about these cities as far as Baal.
καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν
34This was their possession and their allotment: Meshobab, Jamlech, and Joshah the son of Amaziah;
καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια
35Joel, and Jehu the son of Joshibiah, the son of Seraiah, the son of Asiel;
καὶ Ιωηλ καὶ οὗτος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ
36Elioenai, Jaakobah, Jeshohaiah, Asaiah, Adiel, Jesimiel, and Benaiah;
καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια
37Ziza the son of Shiphi, the son of Allon, the son of Jedaiah, the son of Shimri, the son of Shemaiah;
καὶ Ζουζα υἱὸς Σεφεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου
38these mentioned by name were leaders in their families, and they increased abundantly in their fathers' households.
οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος
39So they went to the entrance of Gedor, as far as the east side of the valley, to seek pasture for their flocks.
καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν
40And they found rich, good pasture, and the land was broad, quiet, and peaceful. This is because some Hamites formerly lived there.
καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν
41These recorded by name came in the days of Hezekiah king of Judah; and they attacked their tents and the Meunites who were found there, and utterly destroyed them, as it is to this day. So they dwelt in their place, because there was pasture for their flocks there.
καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ
42Now some of them, five hundred men of the sons of Simeon, went to Mount Seir, having as their captains Pelatiah, Neariah, Rephaiah, and Uzziel, the sons of Ishi.
καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν
43And they killed the remnants of the Amalekites, and dwell there to this day.
καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης