Old Testament
Genesis 49
1Now Jacob called his sons and said, 'Gather together, that I may tell you what shall befall you in the last days:
ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν
2And listen to Israel your father.
ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ιακωβ ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν
3'Reuben, you are my firstborn, My might and the beginning of my children; You are hard to bear; You are hardened in your self-will.
Ρουβην πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης
4Unstable as water in your insolence, You went up to your father's bed; Then you defiled it.
ἐξύβρισας ὡς ὕδωρ μὴ ἐκζέσῃς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὗ ἀνέβης
5'Simeon and Levi are brothers; They accomplished their injustice from their free choice.
Συμεων καὶ Λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν
6Let not my soul enter their council; Let not my honor be united to their assembly; For in their anger they slew a man, And in their self-will they hamstrung an ox.
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον
7Cursed be their anger, for it was self-willed; And their wrath, for it was hardened. I will divide them in Jacob, And scatter them in Israel.
ἐπικατάρατος ὁ θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ
8'Judah, you are he whom your brothers shall praise; Your hand shall be on the neck of your enemies; Your father's sons shall bow down before you.
Ιουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου
9Judah is a lion's cub; From being a shoot, my son, you have grown up. He bows down, and slept as a lion and a cub; And who shall rouse him?
σκύμνος λέοντος Ιουδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερεῖ αὐτόν
10The scepter shall not depart from Judah, Nor a lawgiver from his loins, Until Shiloh comes; And to Him shall be the expectation of the nations.
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν
11Binding his colt to a vine, And his donkey's colt to its branch, He will wash his garments in wine, And his clothes in the blood of grapes.
δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ
12His eyes are gladdened from the wine, And his teeth are whiter than milk.
χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα
13'Zebulun shall dwell by the seacoast; He shall be near a haven for ships, And his border shall adjoin Sidon.
Ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ᾿ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος
14'Issachar. desired what was good, Resting between the inheritances;
Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων
15And seeing his resting place was good And the land was fertile, He set his shoulder to hard work, And became a farmer.
καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός
16'Dan shall judge his own people As one of the tribes of Israel.
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ
17Dan shall be a serpent by the way, A viper lying in ambush by the path, That bites the horse's heels, That its rider may fall backward,
καὶ γενηθήτω Δαν ὄφις ἐφ᾿ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω
18Waiting for the Lord's salvation.
τὴν σωτηρίαν περιμένω κυρίου
19'As for Gad, a raider gang shall raid him, But he shall raid them in close pursuit.
Γαδ πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας
20'As for Asher, his food shall be abundant, And he will furnish dainties for rulers.
Ασηρ πίων αὐτοῦ ὁ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν
21'Naphtali is a spreading stem, Bestowing beauty by its produce.
Νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος
22'Joseph is a grown-up son, A grown-up son that was envied. Oh my youngest son, return to me.
υἱὸς ηὐξημένος Ιωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον
23They devised evil plans against him and reviled him, And the archers were taking aim at him.
εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων
24But their bows were broken by force, And the sinews of the arms of their hands were enfeebled On account of the hand of the Mighty One of Jacob. Thence, he who strengthened Israel
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ ἐκεῖθεν ὁ κατισχύσας Ισραηλ
25Is from the God of your father, And my God has helped you and blessed you With a blessing from heaven above And with a blessing of the earth containing every thing.
παρὰ θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας
26By reason of the blessing of breasts and the womb, He made the blessings of your father and mother Stronger than the blessings of stable mountains and everlasting hills. They shall be on the head of Joseph And on the crown of the brothers he led.
εὐλογίας πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ᾿ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ᾿ εὐλογίαις θινῶν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν
27'Benjamin is a ravenous wolf; In the morning he will still be eating, And in the evening he will provide food.'
Βενιαμιν λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν
28All these are the twelve sons of Israel, and this is what their father spoke to them and blessed them; and he blessed each one according to his own blessing.
πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς
29Then he charged them and said to them, 'I am to be added to my people; bury me with my fathers in the cave in the field of Ephron the Hittite,
καὶ εἶπεν αὐτοῖς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ Εφρων τοῦ Χετταίου
30opposite Mamre in the land of Canaan, which Abraham bought from Ephron the Hittite as a possession for a burial place.
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων τοῦ Χετταίου ἐν κτήσει μνημείου
31There they buried Abraham and Sarah his wife; there they buried Isaac and Rebekah his wife, and there I buried Leah.
ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐκεῖ ἔθαψα Λειαν
32The field and the cave there were purchased from the sons of Heth.'
ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ
33Thus when Jacob finished commanding his sons, he drew his feet up into the bed and breathed his last, and was added to his people.
καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ