Orthodox Study

Old Testament

Genesis 33

1Now Jacob lifted his eyes and looked, and behold, Esau his brother was coming, and four hundred men with him. So Jacob divided the children among Leah, Rachel, and the two maidservants.

ἀναβλέψας δὲ Ιακωβ εἶδεν καὶ ἰδοὺ Ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἐπιδιεῖλεν Ιακωβ τὰ παιδία ἐπὶ Λειαν καὶ Ραχηλ καὶ τὰς δύο παιδίσκας

2Then he put the maidservants and their sons in front, Leah and her children behind, and Rachel and Joseph last.

καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λειαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχηλ καὶ Ιωσηφ ἐσχάτους

3He then crossed over before them and bowed himself to the ground seven times, until he came near to his brother.

αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ

4But Esau ran to meet him, embraced him, and fell on his neck and kissed him; and they wept.

καὶ προσέδραμεν Ησαυ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσαν ἀμφότεροι

5Then he lifted his eyes and saw the women and children, and said, 'Who are these with you?' He replied, 'The children God mercifully gave your servant.'

καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν τί ταῦτά σοί ἐστιν ὁ δὲ εἶπεν τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου

6Then the maidservants came near, they and their children, and bowed down.

καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν

7Leah also came near with her children, and they bowed down. Afterward Rachel and Joseph came near, and they bowed down.

καὶ προσήγγισεν Λεια καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν καὶ μετὰ ταῦτα προσήγγισεν Ραχηλ καὶ Ιωσηφ καὶ προσεκύνησαν

8Then Esau said, 'What are these things to you, all this company I met?' So he said, 'That your servant might find grace in the sight of my Lord.'

καὶ εἶπεν τί ταῦτά σοί ἐστιν πᾶσαι αἱ παρεμβολαὶ αὗται αἷς ἀπήντηκα ὁ δὲ εἶπεν ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου κύριε

9But Esau said, 'I have enough, my brother; keep what you have for yourself.'

εἶπεν δὲ Ησαυ ἔστιν μοι πολλά ἄδελφε ἔστω σοι τὰ σά

10But Jacob replied, 'If I have now found grace in your sight, receive the present from my hands, inasmuch as I have seen your face, as though someone might see the face of God; and you were pleased with me.

εἶπεν δὲ Ιακωβ εἰ εὕρηκα χάριν ἐναντίον σου δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ καὶ εὐδοκήσεις με

11Receive my blessing I brought you, because God has shown me mercy; and I have enough.' Thus he urged him, and he took it.

λαβὲ τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα καὶ ἐβιάσατο αὐτόν καὶ ἔλαβεν

12Then Esau said, 'Let us take our journey; let us go, and I will go before you.'

καὶ εἶπεν ἀπάραντες πορευσόμεθα ἐπ᾿ εὐθεῖαν

13But Jacob said to him, 'My lord knows the children are weak, and the flocks and herds with me are giving birth. If therefore the men should drive them hard one day, all the cattle would die.

εἶπεν δὲ αὐτῷ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανοῦνται πάντα τὰ κτήνη

14Let my lord go on ahead before his servant. I will lead on slowly at a pace the children are able to bear, until I come to my lord in Seir.'

προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ

15Then Esau said, 'Let me leave with you some of the people with me.' But he said, 'What need is there? It is enough that I found grace in my lord's sight.'

εἶπεν δὲ Ησαυ καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ ὁ δὲ εἶπεν ἵνα τί τοῦτο ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου κύριε

16So Esau returned that day on his way to Seir.

ἀπέστρεψεν δὲ Ησαυ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηιρ

17Then Jacob journeyed to Succoth, built houses, and made booths for his cattle. Therefore, he called the name of that place, Succoth.

καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί

18Then Jacob came safely to Salem, a city of Shechem, in the land of Canaan, when he came from Mesopotamia of Syria; and he took up a position in front of the city.

καὶ ἦλθεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων ἥ ἐστιν ἐν γῇ Χανααν ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως

19He then bought the parcel of land where he pitched his tent from Hamor, Shechem's father, for a hundred male lambs.

καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνῶν

20There he set up an altar and called on the God of Israel.

καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ισραηλ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text