Old Testament
Genesis 43
1Now the famine was severe in the land.
ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς
2So it came to pass, when they had eaten the grain they brought from Egypt, their father said to them, 'Go back, and buy us a little food.'
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα
3But Judah spoke to him, saying, 'The man solemnly warned us, saying, 'You shall not see my face unless your brother is with you.'
εἶπεν δὲ αὐτῷ Ιουδας λέγων διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος λέγων οὐκ ὄψεσθε τὸ πρόσωπόν μου ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ
4If you send our brother with us, we will go down and buy you food.
εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα
5But if you will not send him, we will not go down; for the man said to us, 'You shall not see my face unless your brother is with you.' '
εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν οὐ πορευσόμεθα ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων οὐκ ὄψεσθέ μου τὸ πρόσωπον ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ
6Then Israel said, 'Why did you deal so wrongfully with me as to tell the man whether you had yet another brother?'
εἶπεν δὲ Ισραηλ τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός
7But they said, 'The man asked us pointedly about ourselves and our family, saying, 'Is your father still alive? Have you another brother?' Thus we replied to him according to these words. Could we possibly have known he would say, 'Bring your brother down'?'
οἱ δὲ εἶπαν ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ εἰ ἔστιν ὑμῖν ἀδελφός καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν
8Then Judah said to Israel his father, 'Send the lad with me, and we will arise and go, that we may live and not die, both we and you and all we have.
εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν
9I myself will be surety for him; from my hand you shall require him. If I do not bring him back to you and set him before you, then let me bear the blame all my days.
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν ἐκ χειρός μου ζήτησον αὐτόν ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας
10For if we had not lingered, surely by now we would have returned this second time.'
εἰ μὴ γὰρ ἐβραδύναμεν ἤδη ἂν ὑπεστρέψαμεν δίς
11Then their father Israel said to them, 'If it must be so, then do this: take some of the best fruits of the land in your vessels and carry down a present for the man—a little balm and a little honey, spices and myrrh, pistachio nuts and almonds.
εἶπεν δὲ αὐτοῖς Ισραηλ ὁ πατὴρ αὐτῶν εἰ οὕτως ἐστίν τοῦτο ποιήσατε λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης καὶ τοῦ μέλιτος θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα
12Take double money in your hand, and take back in your hand the money returned in the mouth of your sacks; perhaps it was an oversight.
καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾿ ὑμῶν μήποτε ἀγνόημά ἐστιν
13Take your brother also, and arise, go back to the man.
καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον
14May God give you grace before the man, that he may release your other brother and Benjamin. If I am bereaved, I am bereaved.'
ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν ἐγὼ μὲν γάρ καθὰ ἠτέκνωμαι ἠτέκνωμαι
15So the men took that present and Benjamin, and they took double money in their hand, and arose and went down to Egypt; and they stood before Joseph.
λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ
16When Joseph saw Benjamin, his brother by the same mother, with them, he said to the steward of his house, 'Take these men to my home, and slaughter an animal and make ready; for these men will dine with me at noon.'
εἶδεν δὲ Ιωσηφ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον μετ᾿ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν
17Then the man did as Joseph ordered, and the man brought the men into Joseph's house.
ἐποίησεν δὲ ὁ ἄνθρωπος καθὰ εἶπεν Ιωσηφ καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ιωσηφ
18Now the men were afraid because they were brought into Joseph's house, and they said, 'It is because of the money returned to our sacks the first time, that we are brought here to make a case against us and fall upon us, to take us as slaves with our donkeys.'
ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηφ εἶπαν διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν
19When they drew near to the steward of Joseph's house, they talked with him at the door of the house,
προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
20saying, 'We entreat you, my lord, we indeed came down the first time to buy food;
λέγοντες δεόμεθα κύριε κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα
21but it happened, when we came to the encampment, that we opened our sacks, and there to our surprise, each man's money was in the mouth of his sack, our money in full weight; so we have brought it back in our hand.
ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
22And we have brought down other money in our hands to buy food. We do not know who put the money in our sacks.'
καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾿ ἑαυτῶν ἀγοράσαι βρώματα οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν
23But he said, 'Mercy be on you; do not be afraid. Your God and the God of your father has given you treasure in your sacks; and I am receiving your genuine money as full payment.' Then he brought Simeon out to them.
εἶπεν δὲ αὐτοῖς ἵλεως ὑμῖν μὴ φοβεῖσθε ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
24So the man brought the men into Joseph's house and gave them water, and they washed their feet; and he gave their donkeys feed.
καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν
25Then they made the present ready for Joseph's coming at noon, for they heard he would eat bread there.
ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ιωσηφ μεσημβρίας ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν
26Thus when Joseph came home, they brought the present in their hand to him in the house, and bowed down before him to the earth.
εἰσῆλθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
27Then he asked them about their well-being, and said, 'Is your father well, the old man of whom you spoke? Is he still alive?'
ἠρώτησεν δὲ αὐτούς πῶς ἔχετε καὶ εἶπεν αὐτοῖς εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος ὃν εἴπατε ἔτι ζῇ
28So they answered, 'Your servant our father is in good health; he is still alive.' Then he said, 'Blessed be that man in God'; and they bowed their heads down and prostrated themselves.
οἱ δὲ εἶπαν ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν ἔτι ζῇ καὶ εἶπεν εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ καὶ κύψαντες προσεκύνησαν αὐτῷ
29Then Joseph lifted his eyes and saw his brother Benjamin, his mother's son, and said, 'Is this your younger brother you said you would bring to me?' So he said, 'May God grant you mercy, my son.'
ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ιωσηφ εἶδεν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ὃν εἴπατε πρός με ἀγαγεῖν καὶ εἶπεν ὁ θεὸς ἐλεήσαι σε τέκνον
30Now his heart yearned for his brother; so Joseph made haste and sought somewhere to weep. Then he went into his inner chamber and wept there.
ἐταράχθη δὲ Ιωσηφ συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ καὶ ἐζήτει κλαῦσαι εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ
31He then washed his face and came out; and he composed himself, and said, 'Serve the bread.'
καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπεν παράθετε ἄρτους
32So they set him a place by himself, and them by themselves, and the Egyptians who ate with him by themselves; because the Egyptians could not eat food with the Hebrews, for that is an abomination to the Egyptians.
καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Εβραίων ἄρτους βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις
33Now they sat before him, the firstborn according to his birthright and the youngest according to his youth; and the men looked in astonishment at one another.
ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
34Then he took servings to them from before him, but Benjamin's serving was five times as much as any of theirs. So they drank and were merry with him.
ἦραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ