Old Testament
Genesis 20
1Now Abraham journeyed from there to the South, and dwelt between Kadesh and Shur, and sojourned among the Gerarites.
καὶ ἐκίνησεν ἐκεῖθεν Αβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρῴκησεν ἐν Γεραροις
2Then Abraham said of Sarah his wife, 'She is my sister,' for he was afraid to say, 'She is my wife,' lest at a given time the men of the city should kill him because of her. Now Abimelech king of Gerar sent and took Sarah.
εἶπεν δὲ Αβρααμ περὶ Σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν
3But God came to Abimelech in a dream by night, and said to him, 'Indeed, you are a dead man because of the woman you have taken, for she is a man's wife.'
καὶ εἰσῆλθεν ὁ θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός ἧς ἔλαβες αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί
4Now Abimelech had not come near her; and he said, 'O Lord, will You destroy an ignorant and just nation?
Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν κύριε ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς
5Did he not say to me, 'She is my sister,' and did she not say to me, 'He is my brother'? I did this thing with a clean heart and righteous hands.'
οὐκ αὐτός μοι εἶπεν ἀδελφή μού ἐστιν καὶ αὐτή μοι εἶπεν ἀδελφός μού ἐστιν ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο
6Then God said to him in a dream, 'Yes, I know you did this with a clean heart, and I spared you that you might not sin against Me; therefore, I did not allow you to touch her.
εἶπεν δὲ αὐτῷ ὁ θεὸς καθ᾿ ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς
7Now therefore, restore the man's wife, for he is a prophet; and he will pray for you, and you shall live. But if you do not return her, rest assured you shall die, you and all who are yours.'
νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ εἰ δὲ μὴ ἀποδίδως γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά
8So Abimelech rose early in the morning, called all his servants, and told all these things in their hearing; and the men were very much afraid.
καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα
9Then Abimelech called Abraham and said to him, 'What have you done to us? How have I offended you, that you have brought on me and on my kingdom a great sin? You have done deeds to me that ought not to be done.'
καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ τί τοῦτο ἐποίησας ἡμῖν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι
10Again Abimelech said to Abraham, 'What possessed you to do this thing?'
εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ τί ἐνιδὼν ἐποίησας τοῦτο
11Abraham replied, 'Because I thought, surely the worship of God is not in this place; and they will kill me on account of my wife.
εἶπεν δὲ Αβρααμ εἶπα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου
12But indeed, she truly is my sister. She is the daughter of my father, but not of my mother; and she became my wife.
καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός ἀλλ᾿ οὐκ ἐκ μητρός ἐγενήθη δέ μοι εἰς γυναῖκα
13So it came to pass, when God caused me to wander from my father's house, I said to her, 'This righteousness shall you do for me: in every place we enter, say of me, 'He is my brother.' ' '
ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ᾿ ἐμέ εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν
14Then Abimelech took one thousand pieces of silver, sheep, oxen, and male and female servants, and gave them to Abraham; and he restored Sarah his wife to him.
ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Αβρααμ καὶ ἀπέδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ
15Thus Abimelech said to Abraham, 'See, my land is before you; dwell where it pleases you.'
καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ ἰδοὺ ἡ γῆ μου ἐναντίον σου οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει
16Then to Sarah he said, 'Behold, I have given your brother a thousand pieces of silver, which will vindicate your honor before all those with you. But tell the truth in all things.'
τῇ δὲ Σαρρα εἶπεν ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ καὶ πάντα ἀλήθευσον
17So Abraham prayed to God, and God healed Abimelech, his wife, and his female servants. Then they bore children;
προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ καὶ ἔτεκον
18for the Lord closed up all the wombs of the house of Abimelech because of Sarah, Abraham's wife.
ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς Αβρααμ