Orthodox Study

Old Testament

Genesis 39

1Now Joseph had been taken down to Egypt, and Potiphar, Pharaoh's eunuch and captain of the guard, an Egyptian, had bought him from the Ishmaelites who had taken him down there.

Ιωσηφ δὲ κατήχθη εἰς Αἴγυπτον καὶ ἐκτήσατο αὐτὸν Πετεφρης ὁ εὐνοῦχος Φαραω ἀρχιμάγειρος ἀνὴρ Αἰγύπτιος ἐκ χειρὸς Ισμαηλιτῶν οἳ κατήγαγον αὐτὸν ἐκεῖ

2The Lord was with Joseph, and he was a successful man; and he was living in the house of his lord the Egyptian.

καὶ ἦν κύριος μετὰ Ιωσηφ καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ

3So his lord saw that the Lord was with him and the Lord made all he did to prosper in his hand.

ᾔδει δὲ ὁ κύριος αὐτοῦ ὅτι κύριος μετ᾿ αὐτοῦ καὶ ὅσα ἂν ποιῇ κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ

4Thus Joseph found grace in his sight and was pleasing to him. Then he made him overseer of his house, and put everything he had under Joseph's authority.

καὶ εὗρεν Ιωσηφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ εὐηρέστει δὲ αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκεν διὰ χειρὸς Ιωσηφ

5So it was, from the time he made him overseer of his house and all he had, that the Lord blessed the Egyptian's house for Joseph's sake; and the blessing of the Lord was on all he had in the house and in the field.

ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ καὶ ηὐλόγησεν κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ιωσηφ καὶ ἐγενήθη εὐλογία κυρίου ἐν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ

6Thus he left all he had in Joseph's hand, and did not know what he had except for the bread he ate. Now Joseph was handsome in form and appearance.

καὶ ἐπέτρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ιωσηφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός καὶ ἦν Ιωσηφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα

7Then it came to pass after these things that his lord's wife cast longing eyes on Joseph, and she said, 'Lie with me.'

καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ιωσηφ καὶ εἶπεν κοιμήθητι μετ᾿ ἐμοῦ

8But he refused and said to his lord's wife, 'Look, my lord does not know what is with me in the house and has committed all he has to my hand.

ὁ δὲ οὐκ ἤθελεν εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾿ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου

9There is no one greater in this house than I, nor has he kept back anything from me but you, because you are his wife. How then can I do this great wickedness, and sin against God?'

καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ᾿ ἐμοῦ οὐδὲν πλὴν σοῦ διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ

10So it was, as she spoke to Joseph day by day, that he did not heed her, to lie with her or to have relations with her.

ἡνίκα δὲ ἐλάλει τῷ Ιωσηφ ἡμέραν ἐξ ἡμέρας καὶ οὐχ ὑπήκουσεν αὐτῇ καθεύδειν μετ᾿ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ

11But it happened about this time, when Joseph went into the house to do his work, and none of the men of the house was inside,

ἐγένετο δὲ τοιαύτη τις ἡμέρα εἰσῆλθεν Ιωσηφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω

12she caught him by his garment, saying, 'Lie with me.' But he left his garment in her hand, and fled and ran outside.

καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα κοιμήθητι μετ᾿ ἐμοῦ καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγεν καὶ ἐξῆλθεν ἔξω

13So it was, when she saw he had left his garment in her hand and fled outside,

καὶ ἐγένετο ὡς εἶδεν ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω

14she called to the men of her house and spoke to them, saying, 'See, he brought in to us a Hebrew to mock us. He came in to me to lie with me, and I cried out with a loud voice.

καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα ἴδετε εἰσήγαγεν ἡμῖν παῖδα Εβραῖον ἐμπαίζειν ἡμῖν εἰσῆλθεν πρός με λέγων κοιμήθητι μετ᾿ ἐμοῦ καὶ ἐβόησα φωνῇ μεγάλῃ

15Thus it happened, when he heard that I lifted my voice and cried out, he left his garment with me, and fled and went outside.'

ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω

16So she kept his garment with her until his lord came home.

καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾿ ἑαυτῇ ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ

17Then she spoke to him with words like these, saying, 'The Hebrew servant you brought to us came in to me to mock me;

καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα εἰσῆλθεν πρός με ὁ παῖς ὁ Εβραῖος ὃν εἰσήγαγες πρὸς ἡμᾶς ἐμπαῖξαί μοι καὶ εἶπέν μοι κοιμηθήσομαι μετὰ σοῦ

18so it happened, as I lifted my voice and cried out, he left his garment with me and fled outside.'

ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα κατέλιπεν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω

19So it was, when his lord heard the words his wife spoke to him, saying, 'Your servant did to me after this manner,' his anger was aroused.

ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος αὐτοῦ τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα οὕτως ἐποίησέν μοι ὁ παῖς σου καὶ ἐθυμώθη ὀργῇ

20Then Joseph's lord took him and put him into the prison, a place where the king's prisoners were confined.

καὶ λαβὼν ὁ κύριος Ιωσηφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι

21But the Lord was with Joseph and showed him mercy, and He gave him grace in the sight of the chief prison keeper.

καὶ ἦν κύριος μετὰ Ιωσηφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος

22So the chief keeper of the prison put under Joseph's authority both the prison and all the prisoners, and whatever they did there.

καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ιωσηφ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ

23The chief keeper of the prison did not look into anything under Joseph's authority, because the Lord was with him; and whatever he did, the Lord made it prosper.

οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι᾿ αὐτὸν οὐθέν πάντα γὰρ ἦν διὰ χειρὸς Ιωσηφ διὰ τὸ τὸν κύριον μετ᾿ αὐτοῦ εἶναι καὶ ὅσα αὐτὸς ἐποίει κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text