Orthodox Study

Old Testament

Genesis 42

1When Jacob found out there was grain for sale in Egypt, he said to his sons, 'Why are you standing idle?'

ἰδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρᾶσις ἐν Αἰγύπτῳ εἶπεν τοῖς υἱοῖς αὐτοῦ ἵνα τί ῥᾳθυμεῖτε

2Then he said, 'Indeed, I heard there is grain in Egypt; go down there and buy for us there, that we may live and not die.'

ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σῖτος ἐν Αἰγύπτῳ κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν

3So Joseph's ten brothers went down to buy grain in Egypt.

κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου

4But Jacob did not send Joseph's brother Benjamin with his brothers, for he said, 'Lest some calamity befall him.'

τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ εἶπεν γάρ μήποτε συμβῇ αὐτῷ μαλακία

5Thus the sons of Israel went to buy grain with those who were going there, for the famine was in the land of Canaan.

ἦλθον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν

6Now Joseph was governor over the land; and it was he who sold to all the people of the land. So Joseph's brothers came and bowed down before him with their faces to the ground.

Ιωσηφ δὲ ἦν ἄρχων τῆς γῆς οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν

7Joseph saw his brothers and recognized them, but he acted as a stranger to them and spoke roughly to them. Then he said to them, 'Where do you come from?' And they said, 'From the land of Canaan to buy food.'

ἰδὼν δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς πόθεν ἥκατε οἱ δὲ εἶπαν ἐκ γῆς Χανααν ἀγοράσαι βρώματα

8So Joseph recognized his brothers, but they did not recognize him.

ἐπέγνω δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν

9Then Joseph remembered the dreams he dreamed about them, and said to them, 'You are spies. You have come to map out the roads of the country.'

καὶ ἐμνήσθη Ιωσηφ τῶν ἐνυπνίων ὧν εἶδεν αὐτός καὶ εἶπεν αὐτοῖς κατάσκοποί ἐστε κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε

10But they said to him, 'No, my lord, your servants have come to buy food.

οἱ δὲ εἶπαν οὐχί κύριε οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα

11We are all one man's sons; we are men of peace; your servants are not spies.'

πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου εἰρηνικοί ἐσμεν οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι

12But he said to them, 'No, but you have come to map out the roads of the land.'

εἶπεν δὲ αὐτοῖς οὐχί ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν

13Then they said, 'Your servants are twelve brothers, the sons of one man in the land of Canaan; and in fact, the youngest is with our father today, and one is no more.'

οἱ δὲ εἶπαν δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χανααν καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ὁ δὲ ἕτερος οὐχ ὑπάρχει

14But Joseph said to them, 'It is as I spoke to you, namely, 'You are spies!'

εἶπεν δὲ αὐτοῖς Ιωσηφ τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων ὅτι κατάσκοποί ἐστε

15In this manner you shall be manifested: By the life of Pharaoh, you shall not leave this place unless your youngest brother comes here.

ἐν τούτῳ φανεῖσθε νὴ τὴν ὑγίειαν Φαραω οὐ μὴ ἐξέλθητε ἐντεῦθεν ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε

16Send one of you, and let him bring your brother; and you shall be kept in prison, that your words may be tested to see whether there is any truth in you; or else, by the life of Pharaoh, surely you are spies.'

ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν εἰ ἀληθεύετε ἢ οὔ εἰ δὲ μή νὴ τὴν ὑγίειαν Φαραω ἦ μὴν κατάσκοποί ἐστε

17So he put them all together in prison three days.

καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς

18Then Joseph said to them the third day, 'Do this and live, for I fear God.

εἶπεν δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ τοῦτο ποιήσατε καὶ ζήσεσθε τὸν θεὸν γὰρ ἐγὼ φοβοῦμαι

19If you are men of peace, let one of your brothers be confined to your prison house; but you, go and carry grain for the famine of your houses.

εἰ εἰρηνικοί ἐστε ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν

20But bring your youngest brother to me; so your words will be verified, and you shall not die.' So they did so.

καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν εἰ δὲ μή ἀποθανεῖσθε ἐποίησαν δὲ οὕτως

21Then they said to one another, 'We are truly guilty concerning our brother, for we saw the anguish of his soul when he pleaded with us, and we would not hear; therefore this distress has come upon us.'

καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ ναί ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ ὅτε κατεδέετο ἡμῶν καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ θλῖψις αὕτη

22Reuben then answered them, saying, 'Did I not speak to you, saying, 'Do not sin against the boy,' but you would not listen? Therefore, behold, his blood is now required of us.'

ἀποκριθεὶς δὲ Ρουβην εἶπεν αὐτοῖς οὐκ ἐλάλησα ὑμῖν λέγων μὴ ἀδικήσητε τὸ παιδάριον καὶ οὐκ εἰσηκούσατέ μου καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται

23But they did not know Joseph understood them, for he spoke to them through an interpreter.

αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ιωσηφ ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν

24Then Joseph turned himself away from them and wept. So he returned to them again, and talked with them; and took Simeon from them, and bound him before their eyes.

ἀποστραφεὶς δὲ ἀπ᾿ αὐτῶν ἔκλαυσεν Ιωσηφ καὶ πάλιν προσῆλθεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς καὶ ἔλαβεν τὸν Συμεων ἀπ᾿ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν

25Joseph then gave a command to fill their sacks with grain, to restore every man's money to his sack, and to give them provisions for the journey. Thus he did for them.

ἐνετείλατο δὲ Ιωσηφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοῖς οὕτως

26So they loaded their donkeys with the grain and departed from there.

καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν

27But as one of them opened his sack to give his donkey feed at the encampment, he saw his money; and there it was, in the mouth of his sack.

λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ οὗ κατέλυσαν εἶδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου

28So he said to his brothers, 'My money has been returned to me, and there it is, in my sack.' Then their hearts failed them, and they were afraid, saying to one another, 'What is this God has done to us?'

καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου καὶ ἐξέστη ἡ καρδία αὐτῶν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν

29Then they went to Jacob their father in the land of Canaan and told him all that happened to them, saying,

ἦλθον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανααν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς λέγοντες

30'The man who is lord of the land spoke roughly to us, and took us for spies of the country.

λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν

31But we said to him, 'We are men of peace; we are not spies.

εἴπαμεν δὲ αὐτῷ εἰρηνικοί ἐσμεν οὔκ ἐσμεν κατάσκοποι

32We are twelve brothers, sons of our father; one is no more, and the youngest is with our father this day in the land of Canaan.'

δώδεκα ἀδελφοί ἐσμεν υἱοὶ τοῦ πατρὸς ἡμῶν ὁ εἷς οὐχ ὑπάρχει ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανααν

33Then the man, the lord of the country, said to us, 'By this I will know you are men of peace: leave one of your brothers here with me, take food for your households, and be gone.

εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε

34Now, bring your youngest brother to me; then I shall know you are not spies, but men of peace. I will then grant your brother to you, and you may trade in the land.' '

καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν καὶ τῇ γῇ ἐμπορεύεσθε

35Then it happened as they emptied their sacks, that surprisingly each man's bundle of money was in his sack; and when they and their father saw the bundles of money, they were afraid.

ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν καὶ ἐφοβήθησαν

36So Jacob their father said to them, 'You have bereaved me: Joseph is no more; Simeon is no more; and you want to take Benjamin. All these things are against me.'

εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ᾿ ἐμὲ ἐγένετο πάντα ταῦτα

37Then Reuben spoke to his father, saying, 'Kill my two sons if I do not bring him back to you; put him in my hands, and I will bring him back to you.'

εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων τοὺς δύο υἱούς μου ἀπόκτεινον ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χεῖρά μου κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ

38But he said, 'My son shall not go down with you, for his brother is dead, and he is left alone. If any calamity should befall him along the way in which you go, then you would bring down my gray hair with sorrow to the grave.'

ὁ δὲ εἶπεν οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ ᾗ ἂν πορεύησθε καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text