Old Testament
Genesis 4
1Now Adam knew Eve his wife, and she conceived and bore Cain, and said, 'I have acquired a man through God.'
Αδαμ δὲ ἔγνω Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν Καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ
2Then she bore again, this time his brother Abel. Now Abel was a shepherd of sheep, but Cain was a tiller of the ground.
καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Αβελ καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων Καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν
3Now in the process of time Cain brought a sacrifice to the Lord from the fruits of the ground.
καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκεν Καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ
4Abel also brought a sacrifice from the firstborn of his flock and of their fat. The Lord respected Abel and his offering,
καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ
5but He did not respect Cain and his sacrifices. So Cain was extremely sorrowful, and his countenance fell.
ἐπὶ δὲ Καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ
6So the Lord said to Cain, 'Why are you extremely sorrowful? And why has your countenance fallen?
καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου
7Did you not sin, even though you brought it rightly, but did not divide it rightly? Be still; his recourse shall be to you; and you shall rule over him.'
οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ
8Now Cain talked with Abel his brother; and it came to pass, when they were in the field, that Cain rose up against Abel his brother and killed him.
καὶ εἶπεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν
9Then God said to Cain, 'Where is Abel your brother?' He replied, 'I do not know. Am I my brother's keeper?'
καὶ εἶπεν ὁ θεὸς πρὸς Καιν ποῦ ἐστιν Αβελ ὁ ἀδελφός σου ὁ δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ
10Thus God said, 'What have you done? The voice of your brother's blood cries out to Me from the ground.
καὶ εἶπεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς
11So now you are cursed from the earth, which has opened its mouth to receive your brother's blood from your hand.
καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου
12When you till the ground, it shall no longer yield its strength to you. You will be groaning and trembling on the earth.'
ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς
13Then Cain said to the Lord, 'My guilt is too great to be forgiven!
καὶ εἶπεν Καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με
14Surely You have driven me out this day from the face of the ground; I shall be hidden from Your face; I shall be groaning and trembling on the earth. Then it will happen if anyone finds me, he will kill me.'
εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με
15So the Lord God said to him, 'Not so! Whoever kills Cain, vengeance shall be taken on him sevenfold.' Thus the Lord set a sign on Cain, lest anyone finding him should kill him.
καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός οὐχ οὕτως πᾶς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν
16Then Cain went out from the presence of the Lord and dwelt in the land of Nod opposite Eden.
ἐξῆλθεν δὲ Καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναιδ κατέναντι Εδεμ
17And Cain knew his wife, and she conceived and bore Enoch. And he built a city, and called the name of the city after the name of his son Enoch.
καὶ ἔγνω Καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ενωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ενωχ
18To Enoch was born Irad; and Irad begot Mehujael; and Mehujael begot Methushael; and Methushael begot Lamech.
ἐγενήθη δὲ τῷ Ενωχ Γαιδαδ καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ
19Then Lamech took two wives for himself: the name of one was Adah, and the name of the second was Zillah.
καὶ ἔλαβεν ἑαυτῷ Λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ Αδα καὶ ὄνομα τῇ δευτέρᾳ Σελλα
20So Adah bore Jabal. He was the father of those who dwell in tents and have livestock.
καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων
21His brother's name was Jubal. He is the one who invented the psaltery and harp.
καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιουβαλ οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν
22As for Zillah, she also bore Tubal-Cain, a smith and a manufacturer of bronze and iron. And the sister of Tubal-Cain was Naamah.
Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ Θοβελ Νοεμα
23Then Lamech said to his wives Adah and Zillah: 'Hear my voice, you wives of Lamech, And listen carefully to my words, Because I killed a man for wounding me And a young man for hurting me.
εἶπεν δὲ Λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί
24If Cain shall be avenged sevenfold, Then Lamech seventy-sevenfold.'
ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά
25Again Adam knew his wife Eve, and she conceived and bore a son, and he named him Seth, saying, 'God has appointed another seed for me instead of Abel, whom Cain killed.'
ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν
26As for Seth, to him also a son was born. He named him Enosh, and he hoped in the Lord God and called upon His name.
καὶ τῷ Σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ενως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ