Old Testament
Leviticus 22
1Then the Lord spoke to Moses, saying, “Tell Aaron and his sons to be careful for the holy things of the children of Israel, in what is sanctified to Me, so as not to defile My holy name: I am the Lord.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2'Tell Aaron and his sons to be careful for the holy things of the children of Israel, in what is sanctified to Me, so as not to defile My holy name: I am the Lord.
εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος
3Say to them, 'Throughout your generations, whoever of your seed goes near the holy things the children of Israel sanctify to the Lord while his uncleanness is upon him, that soul shall be utterly destroyed by Me: I am the Lord your God.
εἰπὸν αὐτοῖς εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾿ ἐμοῦ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
4Whatever man of the seed of Aaron who is a leper or has an involuntary discharge of semen shall not eat the holy offerings until he is clean. Also whoever touches any impurity of a soul who had an emission of semen while asleep on his bed,
καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής τῶν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθῇ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος
5or whoever touches any unclean creeping thing by which he would be defiled, or anyone by whom he would be defiled, whatever his uncleanness may be—
ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου ὃ μιανεῖ αὐτόν ἢ ἐπ᾿ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ
6the soul who has touched any such thing shall be unclean until evening, and shall not eat of the holy things, unless he washes his body with water.
ψυχή ἥτις ἂν ἅψηται αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι
7Thus when the sun goes down, he shall be clean; and afterward he may eat of the holy things, because it is his food.
καὶ δύῃ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτοῦ
8Whatever dies naturally or is torn by wild animals he shall not eat, to defile himself with it: I am the Lord.
θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται μιανθῆναι αὐτὸν ἐν αὐτοῖς ἐγὼ κύριος
9They shall therefore keep My ordinances, lest they bear sin for it and die thereby, if they defile these. I the Lord God sanctify them.
καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι᾿ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι᾿ αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς
10No foreigner shall eat the holy things; one who sojourns with the priest or a hired servant shall not eat the holy things.
καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια
11But if the priest buys a soul with his money, this one may eat the priest's food; and one who is born in his house may eat his food.
ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ
12If the priest's daughter is married to a foreigner, she may not eat of the holy offerings.
καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται
13But if the priest's daughter is a widow or divorced and has no child, and has returned to her father's house as in her youth, she may eat her father's food; but no foreigner shall eat it.
καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἦν αὐτῇ ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ᾿ αὐτῶν
14Also, if a man eats the holy things in ignorance, then he shall restore the holy thing to the priest and add one-fifth to it.
καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ᾿ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον
15They shall not defile the holy things of the children of Israel, which they offer to the Lord,
καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ
16or allow them to bear the guilt of trespass when they eat their holy things; for I the Lord sanctify them.'
καὶ ἐπάξουσιν ἐφ᾿ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
17Again, the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
18'Speak to Aaron and his sons, and to all the congregation of Israel, and say to them, 'Whatever man of the children of Israel, or of the resident aliens dwelling among them in Israel, who offers his gifts in accord with any agreed-on offering or any offering of choice which they offer to God as a whole burnt offering—
λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα
19to be acceptable on your behalf, they must be males without blemish from the cattle, the sheep, or the goats.
δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν
20Whatever has a defect, you shall not offer it to the Lord, for it shall not be acceptable on your behalf.
πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσιν κυρίῳ διότι οὐ δεκτὸν ἔσται ὑμῖν
21And whoever offers a sacrifice of a peace offering to the Lord from the cattle or the sheep, to fulfill his vow, or a freewill offering, or in your feasts, it must be without blemish to be accepted; there shall be no defect in it.
καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ
22Those blind, broken, or with a cut tongue, or afflicted with warts, or having a bad itch or a skin disease, you shall not offer to the Lord, nor make an offering by fire of them on the altar to the Lord.
τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ᾿ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ
23Either a bull or a sheep that has any ears cut off or a shortened tail, you may offer for yourself, but for a vow of yours it shall not be accepted.
καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται
24You shall not offer to the Lord what is castrated by crushing, bruising, tearing, or extracting; nor shall you make any offering of them in your land.
θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε
25Nor from a foreigner's hand shall you offer any of these as the gifts of your God, because their corruption is in them, and defects are in them. They shall not be accepted on your behalf.'
καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς μῶμος ἐν αὐτοῖς οὐ δεχθήσεται ταῦτα ὑμῖν
26Again the Lord spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
27'When a young bull, a sheep, or a goat is born, it shall be seven days with its mother; and from the eighth day and thereafter it shall be accepted as a gift made by fire to the Lord.
μόσχον ἢ πρόβατον ἢ αἶγα ὡς ἂν τεχθῇ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα κάρπωμα κυρίῳ
28Whether it is a young bull or a sheep, do not kill both her and her young on the same day.
καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ
29Now if you offer a sacrifice, a vow of rejoicing to the Lord, you shall offer it so as to be acceptable for you.
ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό
30On the same day it shall be eaten; you shall leave none of its flesh until morning: I am the Lord.
αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος
31Therefore you shall keep My commandments and do them.
καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς
32You shall not defile My holy name, but I will be sanctified among the children of Israel. I am the Lord who sanctifies you,
καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς
33who brings you out of the land of Egypt, to be your God: I am the Lord.'
ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός ἐγὼ κύριος