Old Testament
Leviticus 2
1Now if a soul should offer a gift for a grain offering to the Lord, his gift shall be of fine flour; and he shall pour oil on it, and put frankincense on it.
ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ καὶ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ λίβανον θυσία ἐστίν
2He shall bring it to Aaron's sons, the priests, one of whom shall take from it his handful of fine flour and oil with all the frankincense. Then the priest shall put it on the altar as a memorial, a sacrifice for a sweet aroma to the Lord.
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς καὶ δραξάμενος ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
3The rest of the grain offering shall be Aaron's and his sons. It is the most holy of the Lord's sacrifices.
καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου
4But if you should offer a gift as a grain offering baked in the oven, a gift of fine flour to the Lord, it shall be unleavened cakes of fine flour mixed with oil, or unleavened wafers anointed with oil.
ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ δῶρον κυρίῳ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ
5But if your gift should be a grain offering fried in a pan, it shall be of fine flour, unleavened, and mixed with oil.
ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμα ἔσται
6You shall break it in pieces and pour oil on it; it is a grain offering to the Lord.
καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίῳ
7If your gift should be a grain offering from the grate, it shall be made of fine flour with oil.
ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται
8You shall offer the grain offering made of these things to the Lord; and when it is presented to the priest, he shall bring it to the altar.
καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιῇ ἐκ τούτων τῷ κυρίῳ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον
9Then the priest shall take from the grain offering its memorial portion, and put it on the altar as a burnt offering, for a sweet aroma to the Lord.
ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ
10But what is left of the grain offering shall be Aaron's and his sons. It is the most holy of the Lord's burnt offerings.
τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου
11'No grain offering you offer to the Lord shall be made with leaven, for you shall burn no leaven or honey in any burnt offering to the Lord.
πᾶσαν θυσίαν ἣν ἂν προσφέρητε κυρίῳ οὐ ποιήσετε ζυμωτόν πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ᾿ αὐτοῦ καρπῶσαι κυρίῳ
12As for a gift of firstfruits, you shall offer them to the Lord, but they shall not be offered on the altar for a sweet aroma.
δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ
13Now every gift of your grain offering you shall season with salt; you shall not allow the salt of the Lord's covenant to be lacking from your grain offerings. With every gift you shall offer salt to the Lord your God.
καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας
14If you should offer a grain offering of your firstfruits to the Lord, you shall offer for the grain offering of your firstfruits green heads of grain roasted on the fire, grain beaten from full heads for the Lord. Thus you shall offer your grain offering of firstfruits.
ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτων
15Then you shall put oil on it, and put frankincense on it. It is a grain offering.
καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾿ αὐτὴν λίβανον θυσία ἐστίν
16The priest shall then offer its memorial portion: its beaten grain and oil, with all the frankincense. It is a burnt offering to the Lord.
καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς κάρπωμά ἐστιν κυρίῳ