Orthodox Study

Old Testament

4 Kingdoms 3

1Jehoram the son of Ahab became king over Israel in the eighteenth year of Jehoshaphat king of Judah, and he reigned for twelve years.

καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη

2He did evil in the eyes of the Lord, but not like his father and mother, for he removed the sacred pillars of Baal his father built.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ

3But still he persisted in the sin of Jeroboam the son of Nebat, who caused Israel to sin; he did not depart from it.

πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς

4Now Mesha king of Moab was a herdsman, and in the beginning of the year he regularly paid tribute to the king of Israel, one hundred thousand lambs and the wool of one hundred thousand rams.

καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων

5But when Ahab died, the king of Moab rebelled against the king of Israel.

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ

6So King Jehoram went out of Samaria at that time and inspected all Israel.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ

7Then he went and sent to Jehoshaphat king of Judah, saying, 'The king of Moab rebelled against me. Will you go with me to fight against Moab?' And he said, 'I will go. I am as you are, my people as your people, my horses as your horses.'

καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου

8Then he said, 'Which way shall we go up?' And he answered, 'By way of the Desert of Edom.'

καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον Εδωμ

9So the king of Israel went with the king of Judah and the king of Edom, and this roundabout march took them seven days to complete. There was no water for the army or for the animals that went with them.

καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν

10And the king of Israel said, 'Alas! That the Lord should call these three kings together only to deliver them into the hand of Moab.'

καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ

11But Jehoshaphat said, 'Is there no prophet of the Lord here, that we may inquire of the Lord by him?' So one of the servants of the king of Israel answered and said, 'Elisha the son of Shaphat, who poured water on Elijah's hands, is here.'

καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ᾿ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν ὧδε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου

12And Jehoshaphat said, 'He has the word of the Lord.' So the king of Israel and Jehoshaphat and the king of Edom went down to him.

καὶ εἶπεν Ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ

13Elisha said to the king of Israel, 'What have I to do with you? Go to the prophets of your father.' But the king of Israel said to him, 'No, has the Lord called these three kings together to deliver them into the hands of Moab?'

καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ

14And Elisha said, 'As the Lord of hosts lives, before whom I stand, surely were it not that I regard the presence of Jehoshaphat king of Judah, I would not look at you nor see you.

καὶ εἶπεν Ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε

15But now bring me a harpist.'

καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ κυρίου

16When the harpist played, the hand of the Lord came upon him. And he said, 'Thus says the Lord: 'Fill this valley with ditches.'

καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους

17For Thus says the Lord: 'You shall not see wind, nor shall you see rain; yet that valley shall be filled with water, so that you, your beasts, and your cattle may drink.'

ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν

18And this is easy in the eyes of the Lord. Then I will deliver Moab into your hand.

καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν

19Thus you shall attack every fortified city; you shall cut down every good tree; you shall stop up every spring of water, and ruin every good piece of land with stones.'

καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις

20Now when the grain offering was offered in the morning, behold water came from the direction of Edom, and the land was filled with water.

καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος

21All the Moabites heard that the kings had come up to wage war against them. All those being able to bear armor and older uttered loud cries and stood at the border.

καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου

22The Moabites rose early in the morning, when the sun was shining on the water. They saw the water on the other side being as red as blood.

καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα

23So they said, 'This is blood. The kings have surely struck swords and have killed one another. Now Moab, to the spoils!'

καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωαβ

24They entered the camp of Israel; and Israel rose and smote Moab, and they fled before them. They pursued them and killed the Moabites as they went.

καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ

25They razed the cities, and each man threw a stone on every good piece of land and filled it; they stopped every spring; cut down all the good trees, leaving only the stones of the wall; and they pulled down the sling-throwers that surrounded them and broke them.

καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν

26When the king of Moab saw that the battle was too fierce for him, he took seven hundred men with him who drew swords, to break through to the king of Edom. But they could not.

καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν

27Then he took his firstborn son who would rule in his place, and up against the wall they offered him up as a burnt offering. Then a great remorse came upon Israel, and they departed from him and turned back toward their land.

καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπῆραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text