Orthodox Study

Old Testament

4 Kingdoms 18

1Now in the third year of Hoshea the son of Elah the king of Israel, Hezekiah the son of Ahaz, king of Judah, began to reign.

καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα

2He was twenty-five years old when he became king, and he ruled for twenty-nine years in Jerusalem. His mother's name was Abi the daughter of Zechariah.

υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αβου θυγάτηρ Ζαχαριου

3And he did what was right in the eyes of the Lord, according to everything his father David did.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ

4He removed the high places and broke into pieces the sacred pillars. He cut down the sacred wooden image and broke in pieces the bronze serpent Moses had made, because up to those days, the sons of Israel had burned incense to it. They called it Nehushtan.

αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυσῆς ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ισραηλ θυμιῶντες αὐτῷ καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν

5He trusted in the Lord God of Israel, and after him there was none like him among all the kings of Judah, nor among those that were before him.

ἐν κυρίῳ θεῷ Ισραηλ ἤλπισεν καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ

6For he held fast to the Lord; he did not depart from following Him, but kept all the commandments the Lord gave Moses.

καὶ ἐκολλήθη τῷ κυρίῳ οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυσῇ

7The Lord was with him. He prospered wherever he went. So he rebelled against the king of Assyria and did not serve him.

καὶ ἦν κύριος μετ᾿ αὐτοῦ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ

8He struck the Philistines as far as Gaza and its territory, from the watchtower to the fortified city.

αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς

9Now in the fourth year of King Hezekiah, which was the seventh year of Hoshea the son of Elah, king of Israel, Shalmaneser king of Assyria came up against Samaria and besieged it.

καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἀνέβη Σαλαμανασσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾿ αὐτήν

10And after three years, Shalmaneser captured Samaria. In the sixth year of Hezekiah, that is, the ninth year of Hoshea king of Israel, Samaria was taken.

καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια

11So the king of Assyria carried the people of Samaria away to Assyria, and put them in Halah, and in Habor, by the River of Gozan, and in the mountains of the Medes.

καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων

12For they did not obey the voice of the Lord their God, but transgressed His covenant, even in all the things the servant of the Lord Moses commanded. They did not listen to them nor do them.

ἀνθ᾿ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν

13Then in the fourteenth year of King Hezekiah, Sennacherib king of Assyria came up against all the fortified cities of Judah and took them.

καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς

14So Hezekiah king of Judah sent to the king of Assyria at Lachish, saying, 'I have offended you. Turn away from me and I will pay whatever you impose on me.' And the king of Assyria assessed Hezekiah king of Judah three hundred talents of silver and thirty talents of gold.

καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ᾿ ἐμοῦ ὃ ἐὰν ἐπιθῇς ἐπ᾿ ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου

15So Hezekiah gave him all the silver found in the house of the Lord and in the treasuries of the king's house.

καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως

16At that time Hezekiah stripped the gold from the doors of the temple of the Lord, and from the pillars Hezekiah king of Judah had overlaid, and gave it to the king of Assyria.

ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων

17Then the king of Assyria sent Tartan, and Rabsaris, and Rabshakeh from Lachish to King Hezekiah with an overwhelming force against Jerusalem. And they went up and came to Jerusalem and stood near the aqueduct of the upper pool, which is on the way to Fuller's Field.

καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως

18And they cried aloud to Hezekiah. But Eliakim the son of Hilkiah, the steward, and Shebna the scribe, and Joah the son of Asaph, the recorder, came out to them.

καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων

19Then Rabshakeh said to them, 'Say now to Hezekiah, 'Thus says the great king, the king of Assyria, 'What is this confidence which you trust?

καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης εἴπατε δὴ πρὸς Εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας

20You speak the words of the lips; however, I speak the purpose and the power of war. Now then, what is persuading you to reject me?

εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί

21Take notice of yourself and of your trust on this broken staff of Egypt, made from a reed. If a man leans on it, it will pierce his hand. Such is Pharaoh king of Egypt to all who trust in him.

νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ᾿ Αἴγυπτον ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾿ αὐτόν

22But because you say to me, 'In the Lord God we trust,' is it not He whose high places and His altars Hezekiah removed, saying to Judah and to Jerusalem, 'You shall worship before this altar in Jerusalem'?' '

καὶ ὅτι εἶπας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὗτος οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ

23Therefore now join with my lord the king of Assyria, and I will give you two thousand horses to use in the battle, if you can find horsemen to ride on them!

καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾿ αὐτούς

24How will you turn back the presence of one captain of the least of the servants of my lord? Whereas you yourself hope on Egypt for chariots and horsemen!

καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων καὶ ἤλπισας σαυτῷ ἐπ᾿ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς

25Now we did not come up against this place to utterly destroy it without the Lord. The Lord said to me, 'Go up against this land and destroy it.' '

καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν κύριος εἶπεν πρός με ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν

26Then Eliakim the son of Hilkiah, and Shebna, and Joah said to the Rabshakeh, 'Now speak to your servants in the Syrian language, for we understand; do not speak Hebrew with us. Why is it that you speak to us within the hearing of the people on the wall?'

καὶ εἶπεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί ὅτι ἀκούομεν ἡμεῖς καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν Ιουδαϊστί καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους

27But Rabshakeh said to them, 'Has my master sent me to your master, or to you, to deliver these words? Was it not to the men who sit on the wall, who along with you will eat their own dung and drink their own urine?'

καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾿ ὑμῶν ἅμα

28Then Rabshakeh stood and cried with a loud voice in Hebrew, and spoke, saying, 'Hear the words of the great king of Assyria!

καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

29Thus says the king, 'Do not let Hezekiah encourage you with words, for he shall not be able to deliver you from my hand.

τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμᾶς Εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου

30Nor let Hezekiah cause you to trust in the Lord, saying, 'The Lord will surely deliver us; this city will not be given into the hand of the king of Assyria.' '

καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων

31Do not listen to Hezekiah, for thus says the king of Assyria, 'Gain my favor and come out to me, and every man will drink from his own vine, and every man will eat from his own fig tree and drink the waters of his own well,

μὴ ἀκούετε Εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων ποιήσατε μετ᾿ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ

32until I come and take you away to a land like your own land, a land of grain and wine and bread and vineyards, a land of olive oil and honey, and you will live and not die. Do not listen to Hezekiah, for he deceives you, saying, 'The Lord will deliver us.'

ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς

33Each of the gods of the nations is not, of himself, able to deliver a country from the hands of the king of Assyria.

μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων

34Where are the gods of Hamath and Arpad? Where are the gods of Sepharvaim? Have they delivered Samaria from my hand?

ποῦ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου

35Who among all the gods of the lands delivered their countries from my hand, that the Lord should deliver Jerusalem from my hand?' '

τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου ὅτι ἐξελεῖται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου

36But the men were silent and did not answer him, not a word, for the king's commandment was, 'Do not answer him.'

καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτῷ

37Then Eliakim the son of Hilkiah, the steward, and Shebna the scribe, and Joah the son of Asaph, the recorder, came to Hezekiah with their clothes torn, and told him the words of Rabshakeh.

καὶ εἰσῆλθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text