Old Testament
2 Chronicles 28
1Ahaz was twenty years old when he became king, and he reigned for sixteen years in Jerusalem. He did not do right in the sight of the Lord as his father David had done.
υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
2For he walked in the ways of the kings of Israel and made molded images for their idols.
καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
3He burned incense in the Valley of the Son of Hinnom and burned his children in the fire, according to the abominations of the nations whom the Lord had destroyed before the sons of Israel.
καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
4He burned incense on the high places, on the housetops, and under every green tree.
καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
5Therefore the Lord his God delivered Ahaz into the hand of the king of Syria. They defeated him and carried away a great multitude of them as captives, and brought them to Damascus. He then was delivered into the hand of the king of Israel, who defeated him with a great slaughter.
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην
6For Pekah the son of Remaliah, the king of Israel, killed one hundred twenty thousand mighty men in Judah in one day, because they had forsaken the Lord God of their fathers.
καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν
7Zichri, a mighty man of Ephraim, killed Maaseiah the king's son, Azrikam the officer over the house, and Elkanah, who was second to the king.
καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως
8And the sons of Israel carried away captive three hundred thousand of their brethren—their wives, the sons, and their daughters—and they took away a great deal of spoil from them and brought the spoil to Samaria.
καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας γυναῖκας υἱοὺς καὶ θυγατέρας καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν
9But a prophet of the Lord was there whose name was Oded, and he went out before the army that came to Samaria and said to them, 'Look, the wrath of the Lord God of your fathers is on Judah. He has delivered them into your hand, but you killed them in a rage that reaches up to heaven.
καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν
10And now do you propose to force the sons of Judah and Jerusalem to be your male and female servants? Will I not bear witness about you before the Lord your God?
καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ᾿ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν
11Therefore, now hear me and return the captives you took from your brethren, for the fierce wrath of the Lord is upon you.'
καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ᾿ ὑμῖν
12Then some of the leaders of the sons of Ephraim, Azariah the son of Johanan, Berechiah the son of Meshillemoth, Jehizkiah the son of Shallum, and Amasa the son of Hadlai, stood up against those who came from the war
καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
13and said to them, 'You shall not bring the captives here to us, for we have already offended the Lord. You intend to add to our sins and to our guilt, for our guilt is great and there is fierce wrath against Israel.'
καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ᾿ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ
14So the armed men left the captives and the spoil before the leaders and all the assembly.
καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας
15And the men who were designated by name rose up and took the captives. From the spoil they clothed all who were naked among them, dressed them and gave them sandals, gave them food and drink, and anointed them. They let all the feeble ones ride on donkeys. So they brought them to their brethren at Jericho, the city of palm trees. Then they returned to Samaria.
καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν
16At that time King Ahaz sent to the kings of Assyria to help him.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ
17For again the Edomites had come and attacked Judah and carried away captives.
καὶ ἐν τούτῳ ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
18The foreigners had also invaded the cities of the lowland and the South of Judah and had taken Beth Shemesh, Aijalon, Gederoth, Sochoh with its villages, Timnah with its villages, and Gimzo with its villages, and settled there.
καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ
19For the Lord brought Judah low because of Ahaz king of Judah, for he had rebelled against the Lord.
ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι᾿ Αχαζ βασιλέα Ιουδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου
20Also Tiglath-Pileser, king of Assyria, came to him and struck him.
καὶ ἦλθεν ἐπ᾿ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν
21For Ahaz took what was in the house of the Lord and the house of the king and the leaders, and gave it to the king of Assyria, and he did not help him.
καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ
22Now in the time of his distress, King Ahaz became increasingly unfaithful to the Lord. And the king said,
ἀλλ᾿ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν ὁ βασιλεύς
23'I shall seek the gods of Damascus, who defeated me.' And he said, 'Because the gods of the king of Syria help them, I will sacrifice to them and they will help me.' But they were the ruin of him and of all Israel.
ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ
24So Ahaz gathered the articles of the house of God, cut the articles of the house of God in pieces, shut the doors of the house of the Lord, and made altars for himself in every corner of Jerusalem.
καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ
25And in every single city of Judah he made high places to burn incense to foreign gods, and provoked the Lord God of his fathers to anger.
καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν
26Now the rest of his acts and all his deeds, from first to last, indeed they are written in the Book of the Kings of Judah and Israel.
καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ
27So Ahaz rested with his fathers, and they buried him in the city, in Jerusalem. But they did not place him in the tombs of the kings of Israel. Then Hezekiah his son reigned in his place.
καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ