Old Testament
2 Chronicles 18
1Jehoshaphat had great wealth and honor, and he allied himself by marriage with Ahab.
καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ
2After several years, he went down to visit Ahab in Samaria. Ahab killed many sheep and oxen for him and for the people with him, and he persuaded him to go with him to Ramoth Gilead.
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ᾿ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος
3So Ahab king of Israel said to Jehoshaphat king of Judah, 'Will you go with me against Ramoth Gilead?' And he answered him, 'In time of war, I am like you and my people are like your people.'
καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος καὶ εἶπεν αὐτῷ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον
4And Jehoshaphat said to the king of Israel, 'Please inquire of the Lord today.'
καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον
5The king of Israel gathered the prophets—four hundred men—and said to them, 'Shall we go to war against Ramoth Gilead, or shall I refrain?' And they said, 'Go up, for God will deliver this place into the king's hand.'
καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως
6But Jehoshaphat said, 'Is there not still a prophet of the Lord here, so that we may inquire of Him?'
καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ᾿ αὐτοῦ
7So the king of Israel said to Jehoshaphat, 'There is still one man by whom we may inquire of the Lord, but I hate him because he never prophesies good concerning me, but always evil. He is Micaiah the son of Imla.' And Jehoshaphat said, 'Let not the king say such things!'
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι᾿ αὐτοῦ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά οὗτος Μιχαιας υἱὸς Ιεμλα καὶ εἶπεν Ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως
8Then Ahab called a eunuch and said, 'Bring quickly Micaiah the son of Imla!'
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
9The king of Israel and Jehoshaphat king of Judah sat on their thrones clothed in their robes. They sat at a threshing floor at the entrance of the gate of Samaria, and all the prophets prophesied before them.
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν
10Now Zedekiah the son of Chenaanah made iron horns for himself and said, 'Thus says the Lord: 'With these you shall gore the Syrians until they are destroyed.' '
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ
11And all the prophets prophesied in a similar manner, saying, 'Go up to Ramoth Gilead and prosper, for the Lord will deliver it into the king's hand.'
καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως
12Then the messenger who went to call Micaiah spoke to him, saying, 'Now listen, the words of the prophets with one accord encourage the king. Therefore let your word be like the word of one of them and speak encouragement.'
καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν καὶ λαλήσεις ἀγαθά
13And Micaiah said, 'As the Lord lives, I will say whatever my God tells me.'
καὶ εἶπεν Μιχαιας ζῇ κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με αὐτὸ λαλήσω
14Then he came to the king, and the king said to him, 'Micaiah, shall we go to war against Ramoth Gilead, or shall I refrain?' And he said, 'Go and prosper, and they shall be delivered into your hand!'
καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν
15So the king said to him, 'How many times shall I make you swear not to tell me anything but the truth, in the name of the Lord?'
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου
16Then he said, 'I saw all Israel scattered on the mountains like sheep that have no shepherd; and the Lord said, 'These have no master; let each return to his house in peace.' '
καὶ εἶπεν εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ
17And the king of Israel said to Jehoshaphat, 'Did I not tell you he does not prophesy good concerning me, but evil?'
καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά ἀλλ᾿ ἢ κακά
18Then Micaiah said, 'No, hear the word of the Lord. I saw the Lord sitting on His throne, and all the host of heaven standing at His right and His left.
καὶ εἶπεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ
19And the Lord said, 'Who will deceive Ahab king of Israel, to go up so he may fall at Ramoth Gilead?' So one spoke in this manner and another spoke in that manner.
καὶ εἶπεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωθ Γαλααδ καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος εἶπεν οὕτως
20Then a spirit came forward and stood before the Lord, and said, 'I will deceive him.' And the Lord said, 'In what way?'
καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν κύριος ἐν τίνι
21So he said, 'I will go out and be a lying spirit in the mouth of all his prophets.' And the Lord said, 'You shall deceive him and prevail. Go out and do so.'
καὶ εἶπεν ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ καὶ εἶπεν ἀπατήσεις καὶ δυνήσῃ ἔξελθε καὶ ποίησον οὕτως
22'Listen therefore! The Lord put a lying spirit in the mouth of all these prophets of yours. The Lord declares disaster against you.'
καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
23Then Zedekiah the son of Chenaanah approached and slapped Micaiah on the cheek and said, 'What sort of spirit of the Lord passed by way of me speaking to you?'
καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ᾿ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ
24And Micaiah said, 'Indeed you shall see on that day when you go from chamber to chamber to hide yourself.'
καὶ εἶπεν Μιχαιας ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι
25Then the king of Israel said, 'Take Micaiah and return him to Amon the governor of the city, and to Joash the chief captain, the son of the king;
καὶ εἶπεν βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
26and say, 'Thus says the king: 'Put this fellow in prison. Let him eat the bread of affliction and drink the water of affliction until I return in peace.' ' '
καὶ ἐρεῖς οὕτως εἶπεν ὁ βασιλεύς ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ
27And Micaiah said, 'If you ever return in peace, the Lord did not speak by me.' And he said, 'Take heed, all you people.'
καὶ εἶπεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες
28So the king of Israel and Jehoshaphat the king of Judah went up to Ramoth Gilead.
καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ
29And the king of Israel said to Jehoshaphat, 'I will disguise myself and go into battle. You put on my robes.' So the king of Israel disguised himself and went into battle.
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον
30Now the king of Syria had commanded the captains of the chariots by saying, 'Fight with no one small or great, but only with the king of Israel.'
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ᾿ αὐτοῦ λέγων μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ᾿ ἢ τὸν βασιλέα Ισραηλ μόνον
31So when the captains of the chariots saw Jehoshaphat, they said, 'It is the king of Israel!' Therefore they surrounded him to attack. But Jehoshaphat cried out, and the Lord saved him, and God diverted them from him.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν καὶ ἐβόησεν Ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ᾿ αὐτοῦ
32For when the captains of the chariots saw that it was not Ahab king of Israel, they turned away from him.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ καὶ ἀπέστρεψαν ἀπ᾿ αὐτοῦ
33Now a certain man with good aim drew a bow and struck the king of Israel between the lungs and the breastplate. Ahab said to the driver of his chariot, 'Turn around and take me out of the battle, for I am wounded.'
καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι ἐπόνεσα
34On that day, the war turned. The king of Israel, away from the Syrians, remained standing in his chariot until evening, and at sunset he died.
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου