Orthodox Study

Old Testament

2 Chronicles 19

1Then Jehoshaphat the king of Judah returned in peace to his house in Jerusalem.

καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ

2And Jehu, the son of Hanani the prophet, went out to meet him and said to him, 'King Jehoshaphat, do you help a sinner or love one who hates the Lord? Therefore, this wrath of the Lord came upon you.

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ βασιλεῦ Ιωσαφατ εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου

3Nevertheless, good things are found in you, for you removed the groves from the land of Judah, and did direct your heart to seek the Lord.'

ἀλλ᾿ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον

4So Jehoshaphat dwelt at Jerusalem and went out again among the people from Beersheba to Mount Ephraim, and brought them back to the Lord God of their fathers.

καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν

5And city by city, he appointed judges in all the fortified cities of Judah,

καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει

6and said to the judges, 'Watch what you are doing, because you are not judging for man but for the Lord, and the words of judgment are with you.

καὶ εἶπεν τοῖς κριταῖς ἴδετε τί ὑμεῖς ποιεῖτε ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾿ ἢ τῷ κυρίῳ καὶ μεθ᾿ ὑμῶν λόγοι τῆς κρίσεως

7Now let the fear of the Lord be upon you. Take care and so do it, for there is no wrongdoing with the Lord our God, no partiality nor taking of bribes.'

καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ᾿ ὑμᾶς καὶ φυλάσσετε καὶ ποιήσετε ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα

8Moreover in Jerusalem, Jehoshaphat appointed some of the Levites and priests, and some of the chief fathers of Israel, for the judgment of the Lord and to judge those dwelling in Jerusalem.

καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ

9And he commanded them, saying, 'Thus you shall act in the fear of the Lord faithfully and with a mature heart.

καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων οὕτως ποιήσετε ἐν φόβῳ κυρίου ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ

10Whatever case comes to you from your brethren that dwell in their cities, whether of bloodshed or offenses against law or commandment, against statutes or ordinances, you shall warn them not to trespass against the Lord, so that wrath may not come upon you and your brethren. Do this, and you will not be guilty of sin.

πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ᾿ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ καὶ οὐκ ἔσται ἐφ᾿ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε

11Listen, regarding Amariah the priest, he is head over you in each matter of the Lord. Zebadiah the son of Ishmael is the head over the house of Judah in every matter of the king; and the scribes and the Levites will be before you. Be willing and do the works, for the Lord will be with the good.'

καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾿ ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν ἰσχύσατε καὶ ποιήσατε καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text