Orthodox Study

Old Testament

2 Chronicles 17

1Then Jehoshaphat his son reigned in his place and strengthened himself against Israel.

καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ

2He placed troops in all the fortified cities of Judah, and set captains in the land of Judah and in the cities of Ephraim which Asa his father had taken.

καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ

3Now the Lord was with Jehoshaphat, because he walked in the former ways of his father David and did not seek idols,

καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα

4but sought the Lord God of his father and walked in His commandments, and not according to the deeds of Israel.

ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα

5Therefore the Lord guided the kingdom by his hand. And all Judah brought gifts to Jehoshaphat, and he had great wealth and honor.

καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή

6His heart took delight in the ways of the Lord. And moreover, he removed the high places and groves from the land of Judah.

καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα

7And in the third year of his reign, he sent his leaders and the sons of the mighty men, Obadiah, Zechariah, Nethanel, and Michaiah, to teach in the cities of Judah.

καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα

8And with them he sent Levites, Shemaiah, Nethaniah, Zebadiah, Asahel, Shemiramoth, Jehonathan, Adonijah, Tobijah—the Levites. And with them were the priests Elishama and Jehoram.

καὶ μετ᾿ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται καὶ μετ᾿ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς

9So they taught in Judah, and had the Book of the Law of the Lord with them. They went through the cities of Judah and taught the people.

καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ᾿ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν

10And the fear of the Lord fell on all the kingdoms of the lands around Judah, so they did not make war against Jehoshaphat.

καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ

11And some of the foreigners brought Jehoshaphat presents and silver as tribute, and the Arabians brought him flocks—seven thousand seven hundred rams.

καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους

12So Jehoshaphat became increasingly powerful, and he built fortresses and fortified cities in Judah.

καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς

13He had great works in Judah, and in Jerusalem men of war, mighty men of valor.

καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ

14These are their numbers by their fathers' houses: of Judah, the captains of thousands, Adnah the captain, and with him three hundred thousand mighty men of valor;

καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν τῷ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ᾿ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες

15and with him was Jehohanan the captain, and with him were two hundred eighty thousand;

καὶ μετ᾿ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ᾿ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες

16and with him was Amasiah the son of Zichri, who willingly offered himself to the Lord, and with him were two hundred thousand mighty men of valor.

καὶ μετ᾿ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ᾿ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως

17From Benjamin came Eliada, a mighty man of valor, and with him were two hundred thousand men armed with bow and shield.

καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ᾿ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες

18And with him was Jehozabad, who brought one hundred eighty thousand prepared for war.

καὶ μετ᾿ αὐτὸν Ιωζαβαδ καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου

19These served the king in addition to those the king put in the fortified cities throughout Judah.

οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text