Old Testament
1 Kingdoms 6
1For seven months the ark was in the country of the Philistines, and their land was infested with mice.
καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας
2And the Philistines called for their priests, their prophets, and their enchanters, saying, 'What shall we do with the ark of the Lord? Instruct us as to how we should return it to its place.'
καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες τί ποιήσωμεν τῇ κιβωτῷ κυρίου γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς
3So they said, 'If you send away the ark of the covenant of the God of Israel, do not send it away empty. Instead, give it as an offering for the plague. Then you shall be healed and be atoned for. Otherwise His hand may never be removed from you.'
καὶ εἶπαν εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμῖν μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾿ ὑμῶν
4Then they said, 'What shall we offer to Him for this torment?' They answered, 'Five golden emerods for each of the number of lords of the Philistines, since the same offense was on all of you, on your leaders and the people.
καὶ λέγουσιν τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ καὶ εἶπαν κατ᾿ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς ὅτι πταῖσμα ἓν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ
5And for each lord, add a gold mouse that images the mice utterly ravaging your land. Then you shall give glory to the Lord; perhaps He may lighten His hand from you, from off your gods, and from off your land.
καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν καὶ δώσετε τῷ κυρίῳ δόξαν ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾿ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν
6Why do you yet harden your hearts, as did Egypt, and Pharaoh hardened their hearts? Was it not when he mocked them that they let the people go, and they departed?
καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς ἐξαπέστειλαν αὐτούς καὶ ἀπῆλθον
7Now therefore, make a new wagon and take two cows with firstborn calves, and hitch the cows to the wagon. But lead the newly born calves to the pen.
καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον
8Now take the ark and set it on the wagon, and place the offering of the golden vessels you shall render to Him in a chest next to it. And send it away and let it depart.
καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν καὶ ἀπελεύσεται
9Then you shall see; if it goes through Beth Shemesh, by way of the coasts, then He brought upon us this great evil. But if not, then we shall know His hand did not touch us, but only by mere chance.'
καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν
10And the Philistines did so.
καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
11They took two cows, each having firstborn calves, and hitched them to the wagon, putting the calves into the pen. Onto the wagon they placed the ark, and the chest, and the mice made of gold.
καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς
12The cows went straight ahead, by way of Beth-Shemesh, on the only beaten path. They proceeded and labored and did not turn aside either to the right or to the left. And the lords of the Philistines followed it to the border of Beth-Shemesh.
καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμυς ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμυς
13Now the men of Beth-Shemesh were in the valley to reap the harvest of their wheat. They lifted up their eyes and saw the ark of the Lord, and they rejoiced to greet it.
καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι καὶ ἦραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς
14The wagon came to a stop in the field of Joshua of Beth-Shemesh. And next to the wagon they set a large stone. They split the wood of the wagon and offered the cows as a whole burnt offering to the Lord.
καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς καὶ ἔστησαν ἐκεῖ παρ᾿ αὐτῇ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ
15The Levites took up the ark of the Lord and with it the chest and the gold vessels and put them on the large stone. And on this day the men of Beth Shemesh offered burnt offerings and made sacrifices to the Lord.
καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ θέμα εργαβ μετ᾿ αὐτῆς καὶ τὰ ἐπ᾿ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ
16So when the five lords of the Philistines saw it, they returned on the same day to Ashkelon.
καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ
17These are the places the gold emerods were given as an offering to the Lord: one for Ashdod, one for Gaza, one for Ashkelon, one for Gath, and one for Ekron.
καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ κυρίῳ τῆς Ἀζώτου μίαν τῆς Γάζης μίαν τῆς Ἀσκαλῶνος μίαν τῆς Γεθ μίαν τῆς Ακκαρων μίαν
18And the gold mice were according to the number of all the cities of the Philistines belonging to the five lords, from the cities being fortified as far as the villages of Pherezite, and as far as the great stone where they placed the ark of the covenant of the Lord, in the field of Joshua of Beth-Shemesh.
καὶ μῦς οἱ χρυσοῖ κατ᾿ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου οὗ ἐπέθηκαν ἐπ᾿ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου
19Now the sons of Jechoniah were not pleased, nor were the people of Beth-Shemesh, because as they looked at the ark of the Lord, the Lord smote fifty thousand and seventy men from among them. And the people mourned because of the people the Lord smote such a deadly blow.
καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιθσαμυς ὅτι εἶδαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα
20And the men of Beth-Shemesh said, 'Who shall be able to come before this holy Lord? And to whom shall the ark of the Lord go up from us?'
καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ᾿ ἡμῶν
21So they sent messengers to the inhabitants of Kirjath Jearim, saying, 'The Philistines have brought back the ark of the Lord, so come down and take it up with you.'
καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς