Orthodox Study

Old Testament

1 Kingdoms 26

1Now the Ziphites came out of the desert country to Saul at Gibeah, saying, “Look, David hides from us at the hill Hachilah, opposite Jeshimon.”

καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυιδ σκεπάζεται μεθ᾿ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν

2Then Saul arose and went down to the desert of Ziph with three thousand chosen men of Israel, to seek David in the desert of Ziph.

καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιφ

3And Saul encamped by the road in the hill Hachilah, opposite Jeshimon. But David stayed in the desert, and he could see that Saul was coming into the desert to pursue him.

καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ καὶ Δαυιδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον

4And David sent out spies and learned Saul came out of Keilah well-armed.

καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κεϊλα

5So David secretly arose and came to the place where Saul lay. Abner the son of Ner, the commander of his army, was there too. Now Saul lay in a covered chariot, and the people encamped round about him.

καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ

6Then David spoke up to Ahimelech the Hittite and to Abishai the son of Zeruiah, brother of Joab, saying, 'Who will go with me to Saul in the camp?' And Abishai said, 'I will go with you.'

καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν καὶ εἶπεν Αβεσσα ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ

7So that night, David and Abishai went in among the troops, and there lay Saul asleep in the covered chariot. His spear was jammed into the ground by his head. And Abner and the troops were sleeping all around him.

καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ

8Then Abishai said to David, 'The Lord places your enemy in your hand this very day. Once and for all, let me strike him with the spear that is in the ground. I will not strike him again.'

καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ

9And David said to Abishai, 'Do not bring him down, for who can bring his own hand against the anointed of the Lord and go unpunished?'

καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώσῃς αὐτόν ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται

10David said, 'As the Lord lives, the Lord shall strike him, or his day may come to die, or he may go out to battle and be added to his fathers.

καὶ εἶπεν Δαυιδ ζῇ κύριος ἐὰν μὴ κύριος παίσῃ αὐτόν ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ

11The Lord forbid me that I should bring my own hand against the anointed of the Lord. But indeed, take the spear from by his head and the container of water, and let us both go.'

μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ ἀπέλθωμεν καθ᾿ ἑαυτούς

12So David took the spear by Saul's head and the container of water, and they went away. No one noticed or knew what happened or even awoke. All were sleeping, because a deep sleep from the Lord fell upon them.

καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἀπῆλθον καθ᾿ ἑαυτούς καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος πάντες ὑπνοῦντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ᾿ αὐτούς

13Now David went over to the other side and stood on the top of the mountain afar off. There was a great distance between them.

καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν

14And David called out to the people and spoke to Abner, saying, 'Do you not answer, Abner?' Then Abner answered and said, 'Who is that calling out to me?'

καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν με

15So David said to Abner, 'Are you not a man? And who is like you in Israel? If so, then why do you not guard your lord the king? For one of the people entered your camp to destroy your lord the king.

καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου

16And this thing which you allowed to happen is not good. As the Lord lives, you are sons of death—you guarding the lord your king, the anointed of the Lord. Now look and tell me, where is the king's spear that was by his head, and the jug of water?'

καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας ζῇ κύριος ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου καὶ νῦν ἰδὲ δή τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ

17Then Saul recognized David's voice and said, 'Is that truly your voice, my son David?' And David said, 'It is your servant, my lord, O King.'

καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἶπεν Δαυιδ δοῦλός σου κύριε βασιλεῦ

18And David said, 'Why is my lord pursuing his servant? How have I sinned? What wrong have you found in me?

καὶ εἶπεν ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα

19Now let my lord the king hear his servant's words: If God incites you against me, let Him accept the scent of your offering. If the sons of men incite you against me, let these men be cursed before the Lord. For today by their saying, 'Go, serve other gods,' they show their desire to cast me out in order to prevent me from being established in the inheritance of the Lord.

καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ εἰ ὁ θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ ὀσφρανθείη θυσίας σου καὶ εἰ υἱοὶ ἀνθρώπων ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες πορεύου δούλευε θεοῖς ἑτέροις

20Now do not let my blood fall to the ground before the face of the Lord. For the king of Israel comes here to seek my life, like one who hunts a horned owl in the mountains.'

καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν

21Then Saul said, 'I have sinned. Return, my son David. For I will harm you no more, because my life was precious in your eyes this day. Indeed, I have played the fool and erred exceedingly.'

καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἐπίστρεφε τέκνον Δαυιδ ὅτι οὐ κακοποιήσω σε ἀνθ᾿ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα

22And David answered and said, 'Behold, the spear of the king. Let one of the servants come over and receive it.

καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό

23And the Lord shall repay each man for his righteousness and his faithfulness, as the Lord delivered you into my hands today, though I did not lift my hand against the Lord's anointed.

καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου

24Indeed! As your life was exalted this day in my eyes, in this same way let my life be exalted before the Lord, and let Him shelter and deliver me from every tribulation.'

καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως

25Then Saul said to David, 'May you be blessed, my son! You shall do great things and be mighty.' So David went his way, and Saul returned to his place.

καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ εὐλογημένος σύ τέκνον καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text