Orthodox Study

Old Testament

1 Kingdoms 29

1All the encampments of the Philistines gathered at Aphek, and the Israelites encamped in Endor in Jezreel.

καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ

2And the captains of the Philistines passed in review by hundreds and by thousands. David and his men passed in review at the rear with Achish.

καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ Αγχους

3Then the captains of the Philistines said, 'Who are these passing by in review?' And Achish said to the commanders of the Philistines, 'Is this not David, the servant of Saul king of Israel? The one who has been with us daily for the last two years? I have found no fault in him from the day he defected to me until today.'

καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης

4But the commanders of the Philistines were grieved because of him; so they said to him, 'Return the man to the place you appointed for him. Do not let him go with us to battle, for fear that he become our adversary in the battle. For what better way could he have to reconcile himself to his lord, if not with the heads of these men?

καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων

5Is this not David, about whom they sang in dances, saying: 'Saul slew his thousands, And David his ten thousands'?'

οὐχ οὗτος Δαυιδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ

6Then Achish called David and said to him, 'Surely, as the Lord lives, you have been upright with me in the camp and good in my sight, in both your going out and your coming in. To this very day I have found no evil in you since the day of your coming to me. Nevertheless, you are not favored in the sight of the lords of the Philistines.

καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ

7Therefore return now and go in peace; thus you shall not do evil in the sight of the lords of the Philistines.'

καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων

8So David said to Achish, 'But what have I done to you? And from the day I came up to you to this day, what in your servant have you found, that I may not fight against the enemies of my lord the king?'

καὶ εἶπεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως

9Then Achish answered to David, 'I know that you are good in my sight; nevertheless, the commanders of the Philistines said, 'He shall not go up with us to the battle.'

καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον

10Now rise up early in the morning, you and your servants who came with you, and go to the place I established for you. Do not keep an evil thought in your heart, because you are good in my sight. And rise early in the morning and depart at first light.'

καὶ νῦν ὄρθρισον τὸ πρωί σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν καὶ πορεύθητε

11So David arose early, he and his men, to depart and to guard the land of the Philistines. The Philistines went up to battle at Jezreel.

καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text