Orthodox Study

Old Testament

1 Kingdoms 22

1David therefore departed from there and escaped by going into the cave of Adullam. And when his brothers and all his father's house heard it, they went down there to him.

καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ

2And everyone in distress, and everyone in debt, and everyone grieved gathered to him. And he became captain over them. There were about four hundred men with him.

καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες

3Then David went from there to Mizpah of Moab; and he said to the king of Moab, 'Please let my father and mother come here to be with you, till I know what God is going to do for me.'

καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός

4So he brought them before the king of Moab, and they dwelt with him as long as David was in the stronghold.

καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ

5Now the prophet Gad said to David, 'Do not stay in the stronghold; depart and go to the land of Judah.' So David departed, and went and dwelt in the city of Sarich.

καὶ εἶπεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ μὴ κάθου ἐν τῇ περιοχῇ πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα καὶ ἐπορεύθη Δαυιδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ

6Saul heard that David and the men who were with him were found. Now Saul was staying on the hill in the field in Ramah, with a spear in his hand and with all his servants standing about him.

καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ Σαουλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ

7Then Saul spoke to his servants who stood by him and said to them, 'Hear now, you sons of Benjamin! Will the son of Jesse indeed give every one of you fields and vineyards? Will he make all of you captains of thousands and captains of hundreds?

καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς ἀκούσατε δή υἱοὶ Βενιαμιν εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους

8All of you conspired against me; there is not one who revealed to me that my son made a covenant with the son of Jesse; and there is not one of you who is sorry for me or reveals to me that my son stirred up my servant against me to be an enemy, as it is today.'

ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη

9Then Doeg the Syrian, the one set over the mules of Saul, replied and said, 'I saw the son of Jesse going to Nob, to Abimelech the son of Ahitub, the priest.

καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα

10And the priest inquired of God for him and gave him provisions. He also gave him the sword of Goliath the Philistine.'

καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν Γολιαδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ

11So the king sent a message to invite Abimelech son of Ahitub and all the sons of his father, the priests who were in Nob. And they all came to the king.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα

12And Saul said, 'Hear now, son of Ahitub!' And he answered, 'Here I am. Speak, lord.'

καὶ εἶπεν Σαουλ ἄκουε δή υἱὲ Αχιτωβ καὶ εἶπεν ἰδοὺ ἐγώ λάλει κύριε

13Then Saul said to him, 'Why did you conspire against me, you and the son of Jesse, by giving him bread and a sword and inquiring of God for him so he should rise against me to be an enemy, as he is today?'

καὶ εἶπεν αὐτῷ Σαουλ ἵνα τί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη

14So he answered the king and said, 'And who among all your servants is as faithful as David, who is the king's son-in-law, who goes at your bidding and is honorable in your house?

καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου

15Truly, did I this very day begin to entreat of God on account of him? Certainly not! Let not the king bring a charge against his servant, or against any in my father's house. For your servant knew nothing of any of this, small or great.'

ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ μηδαμῶς μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα

16And King Saul said, 'Abimelech, you shall surely die, you and all your father's house!'

καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ θανάτῳ ἀποθανῇ Αβιμελεχ σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου

17Then the king said to the guards who stood about him, 'Bring and kill the priests of the Lord, because their hand is with David, and because they knew that he fled and did not reveal it to me.' But the servants of the king did not want to lift their hands against the priests of the Lord.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ᾿ αὐτόν προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου

18And the king said to Doeg, 'Turn and deal with the priests!' So Doeg the Syrian turned and killed the priests of the Lord on that day, three hundred and five men who wore an ephod.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους καὶ πέντε ἄνδρας πάντας αἴροντας εφουδ

19And he struck Nob, the city of the priests, with the edge of the sword, both men and women, children and nursing infants, calf and donkey and sheep.

καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου

20Now one of the sons of Abimelech the son of Ahitub, named Abiathar, escaped and fled after David.

καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ καὶ ὄνομα αὐτῷ Αβιαθαρ καὶ ἔφυγεν ὀπίσω Δαυιδ

21And Abiathar told David that Saul had killed all the Lord's priests.

καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου

22So David said to Abiathar, 'I knew in that day, because Doeg the Syrian was being called upon, that he would tell Saul. I am responsible for the life of the house of your father.

καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου

23Stay with me. Do not fear. For wherever I seek a place for my life, I will also seek a place for your life, for you have protection with me.'

κάθου μετ᾿ ἐμοῦ μὴ φοβοῦ ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον ζητήσω καὶ τῇ ψυχῇ σου ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text