Orthodox Study

Old Testament

Jeremiah 24

1The Lord showed me two baskets of figs set before the temple of the Lord, after Nebuchadnezzar king of Babylon carried away captive Jeconiah king of Judah, the son of Jehoiakim, and the rulers, the craftsmen, the prisoners, and the wealthy men from Jerusalem, and brought them to Babylon.

ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα

2One basket was full of very good figs, like the first figs that ripened. The other basket was full of very bad figs which no one could eat, because they were rotten.

ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν

3Then the Lord said to me, 'What do you see, Jeremiah?' I replied, 'Good figs, very good figs, and also bad figs, figs too rotten to eat.'

καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Ιερεμια καὶ εἶπα σῦκα τὰ χρηστὰ χρηστὰ λίαν καὶ τὰ πονηρὰ πονηρὰ λίαν ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν

4The word of the Lord came to me, saying,

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

5'Thus says the Lord God of Israel: 'As these good figs, so will I acknowledge that for good things I settled the tribe of Judah in a far land, whom I sent from this place into the land of Chaldea.

τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά

6For I will set My eyes on them for good things, and restore them to this land for good things. I will build them up, and not tear them down. I will plant them, and not pluck them up.

καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ᾿ αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω

7Then I will give them a heart to know Me, that I am the Lord, and they shall be to Me as a people, and I will be to them as God. They shall return to Me with their whole heart.

καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ᾿ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν

8'As for the bad figs, too rotten to eat'—surely thus says the Lord—'I shall deliver them to Zedekiah the king of Judah, his nobles, and the remnant of Jerusalem, those left in this land, and those dwelling in Egypt.

καὶ ὡς τὰ σῦκα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ

9I will cause them to be dispersed into all the kingdoms of the earth, and they will be for a disgrace, for a parable, for a hatred, and for a curse in every place where I drive them.

καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ

10I will send famine, death, and the sword to them, until they come to an end in the land I gave to them.' '

καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text