Old Testament
Jeremiah 21
1The word came from the Lord to Jeremiah, when King Zedekiah sent to him Pashhur the son of Melchiah and Zephaniah the son of Maaseiah, the priest.
ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
2They said to him, 'Inquire of the Lord for us—for the king of Babylon besieges us—if the Lord will act according to all His wonderful works, and the king will depart from us.'
ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ᾿ ἡμᾶς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ καὶ ἀπελεύσεται ἀφ᾿ ἡμῶν
3Jeremiah said to them, 'Thus you shall say to Zedekiah, king of Judah,
καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
4'Thus says the Lord: 'Behold, I turn back your weapons of war to gather them in the midst of this city, weapons with which you wage war against the Chaldeans, who shut you in from outside the wall.
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης
5For I will fight against you with an outstretched hand and a powerful arm, with anger and wrath and with great provocation.
καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
6I will strike all the inhabitants of this city, men and cattle, with a great death. Indeed they shall die.
καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται
7After this,' says the Lord, 'I will deliver Zedekiah king of Judah, his servants, and the people left in this city from death and from famine and sword, into the hands of their enemies who seek their lives. They shall cut them down with the edge of the sword. I shall not spare them nor have compassion upon them.' '
καὶ μετὰ ταῦτα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ᾿ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς
8'Now you shall say to this people, 'Thus says the Lord: 'Behold, I set before you the way of life and the way of death.
καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου
9He who remains in this city shall die by sword and famine, but he who goes out to the Chaldeans who shut you in, he shall live. His life shall be as booty to him, and he shall live.
ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται
10For I have set My face against this city for calamities and not for good things. It shall be given into the hands of the king of Babylon, and he shall burn it with fire.' '
διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί
11'O house of the king of Judah, hear the word of the Lord:
ὁ οἶκος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου
12'O house of David, thus says the Lord: 'Bring about judgment early in the morning, and act uprightly, and deliver him who is plundered from the hand of the one who wrongs him, lest My wrath be kindled like fire that shall burn with no one to quench it.
οἶκος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων
13Behold, I am against you who dwell in the valley of Sor, in the plain, who say, 'Who will terrify us?' Or, 'Who shall enter our dwelling?'
ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμᾶς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν
14For I will kindle a fire in its woods and it shall devour all things round about it.' ' '
καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς