Orthodox Study

Old Testament

Jeremiah 19

1Then the Lord said to me, 'Go and obtain an earthen-baked wine-jar, and you shall lead some of the elders of the people and some of their elder priests

τότε εἶπεν κύριος πρός με βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων

2out to the graveyard of the sons of their children, by the entry of the Gate of Charsith. There you shall read all the words I will speak to you.

καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ

3You shall say, 'Hear the word of the Lord, O kings and men of Judah, you inhabitants of Jerusalem and all entering by these gates. Thus says the Lord of hosts, the God of Israel: 'Behold, I bring calamities upon this place, that whoever hears of it, both his ears will ring.

καὶ ἐρεῖς αὐτοῖς ἀκούσατε τὸν λόγον κυρίου βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ

4'Because they forsook Me, and alienated this place, and offered incense in it to foreign gods, which neither they nor their fathers knew, and because the kings of Judah filled this place with the blood of the innocent

ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων

5and built high places for Baal so as to burn up their sons in the fire, which things I did not command or speak, nor consider in My heart.

καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου

6Therefore behold, days are coming,' says the Lord, 'when this place shall no longer be called the Fall, or the Graveyard of the Son of Hinnom, but the Graveyard of Slaughter.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱοῦ Εννομ ἀλλ᾿ ἢ πολυάνδριον τῆς σφαγῆς

7For I shall destroy the counsel of Judah and the counsel of Jerusalem in this place. I shall cause them to fall by the sword before their enemies and by the hands of those who seek their lives. I will give their dead as food for the birds of heaven and for the wild animals of the earth.

καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς

8I will appoint this city for desolation and for hissing. Everyone passing by it will scowl and hiss because of all her misfortune.

καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πᾶς ὁ παραπορευόμενος ἐπ᾿ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς

9They shall eat the flesh of their sons and daughters, and each shall eat the flesh of those in the passage who are his neighbors in the blockade, and in the siege in which their enemies shall besiege them.' '

καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν

10'Then you shall break the wine-jar in the sight of the men who come out with you,

καὶ συντρίψεις τὸν βῖκον κατ᾿ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ

11and you shall say to them, 'Thus says the Lord: 'In this way I will break this people and this city, as one breaks an earthen vessel which cannot be made whole again.

καὶ ἐρεῖς τάδε λέγει κύριος οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι

12Thus I will do to this place,' says the Lord, 'and to those who dwell in it, so this city may be given as one that crumbles in pieces.

οὕτως ποιήσω λέγει κύριος τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν

13Therefore the houses of Jerusalem and the houses of the kings of Judah shall be as a place that crumbles because of the uncleanness in all their houses, where they burnt incense upon their housetops to all the host of heaven and poured drink offerings to foreign gods.' ' '

καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων τῶν ἀκαθαρσιῶν ἐν πάσαις ταῖς οἰκίαις ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις

14Then Jeremiah came from the place of the Fall, where the Lord sent him to prophesy. He stood in the court of the Lord's house and said to all the people,

καὶ ἦλθεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῖ τοῦ προφητεῦσαι καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν

15'Thus says the Lord: 'Behold, I bring upon this city, and on all the cities and villages belonging to it, all the calamities I declared against it, because they hardened their neck so as not to obey My words.' '

τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά ἃ ἐλάλησα ἐπ᾿ αὐτήν ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text