Old Testament
2 Ezra 8
1These are the heads of their fathers’ houses, the leaders who went up with me in the reign of Artaxerxes the king of Babylon:
καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ Αρθασασθα τοῦ βασιλέως Βαβυλῶνος
2of the sons of Phinehas, Gershom; of the sons of Ithamar, Daniel; of the sons of David, Hattush;
ἀπὸ υἱῶν Φινεες Γηρσωμ ἀπὸ υἱῶν Ιθαμαρ Δανιηλ ἀπὸ υἱῶν Δαυιδ Ατους
3of the sons of Shecaniah, of the sons of Parosh, Zechariah, and a group of one hundred fifty men with him;
ἀπὸ υἱῶν Σαχανια ἀπὸ υἱῶν Φορος Ζαχαριας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα
4of the sons of Pahath-Moab, Eliehoenai the son of Zerahiah, and with him two hundred males;
ἀπὸ υἱῶν Φααθμωαβ Ελιανα υἱὸς Ζαραια καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά
5of the sons of Zathoe, Shechaniah, the son of Jahaziel, and with him three hundred males;
ἀπὸ υἱῶν Ζαθοης Σεχενιας υἱὸς Αζιηλ καὶ μετ᾿ αὐτοῦ τριακόσιοι τὰ ἀρσενικά
6of the sons of Adin, Ebed the son of Jonathan, and with him fifty males;
καὶ ἀπὸ υἱῶν Αδιν Ωβηθ υἱὸς Ιωναθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά
7of the sons of Elam, Jeshaiah the son of Athaliah, and with him seventy males;
καὶ ἀπὸ υἱῶν Ηλαμ Ιεσια υἱὸς Αθελια καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά
8of the sons of Shephatiah, Zebadiah the son of Michael, and with him eighty males;
καὶ ἀπὸ υἱῶν Σαφατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά
9of the sons of Joab, Obadiah the son of Jehiel, and with him two hundred eighteen males;
καὶ ἀπὸ υἱῶν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά
10of the sons of Shelomith, the son of Josiphiah, and with him one hundred sixty males;
καὶ ἀπὸ υἱῶν Βαανι Σαλιμουθ υἱὸς Ιωσεφια καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά
11of the sons of Bebai, Zechariah the son of Bebai, and with him seventy-eight males;
καὶ ἀπὸ υἱῶν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά
12of the sons of Azgad, Johanan the son of Hakkatan, and with him one hundred ten males;
καὶ ἀπὸ υἱῶν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά
13of the last sons of Adonikam, whose names are these—Eliphelet, Jeiel, and Shemaiah—and with them sixty males;
καὶ ἀπὸ υἱῶν Αδωνικαμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Αλιφαλατ Ιιηλ καὶ Σαμαια καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά
14also of the sons of Bigvai and Uthai, and with him seventy males.
καὶ ἀπὸ υἱῶν Βαγο Ουθι καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά
15Now I gathered them by the river that flows to Ahava, and we camped there for three days. And I looked among the people and the priests, and found there none of the sons of Levi.
καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν καὶ ἀπὸ υἱῶν Λευι οὐχ εὗρον ἐκεῖ
16Then I sent for Eliezer, Ariel, Shemaiah, Elnathan, Jarib, Elnathan, Nathan, Zechariah, and Meshullam, and also to Joiarib and Elnathan, men of understanding.
καὶ ἀπέστειλα τῷ Ελεαζαρ τῷ Αριηλ τῷ Σαμαια καὶ τῷ Αλωναμ καὶ τῷ Ιαριβ καὶ τῷ Ελναθαν καὶ τῷ Ναθαν καὶ τῷ Ζαχαρια καὶ τῷ Μεσουλαμ ἄνδρας καὶ τῷ Ιωαριβ καὶ τῷ Ελναθαν συνίοντας
17And I gave them a command for Iddo the chief man at the place Casiphia, and I told them what they should say to Iddo and his brethren the Nethinim at the place Casiphia—that they should bring us servants for the house of our God.
καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινιμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν
18And as the hand of our God was good upon us, they brought us a man of understanding, of the sons of Mahli, the son of Levi, the son of Israel, namely Sherebiah, with his sons and brothers, eighteen men;
καὶ ἤλθοσαν ἡμῖν ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς ἀνὴρ σαχωλ ἀπὸ υἱῶν Μοολι υἱοῦ Λευι υἱοῦ Ισραηλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτωκαίδεκα
19and Hashabiah, and Jeshaiah of the sons of Merari, his brothers and his sons, twenty;
καὶ τὸν Ασεβια καὶ τὸν Ωσαιαν ἀπὸ υἱῶν Μεραρι ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι
20and from the temple servants of the Levites, whom David and the leaders had appointed for the service of the Levites, two hundred twenty temple servants. All of them were designated by name.
καὶ ἀπὸ τῶν ναθινιμ ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν ναθινιμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν
21Then I proclaimed a fast there at the river Ahava, that we might humble ourselves before our God, to seek from Him the right way for us and for our little ones and all our possessions.
καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμῶν ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν
22For I was ashamed to request of the king an escort of soldiers and horsemen to help us against the enemy on the road, because we had spoken to the king, saying, 'The hand of our God is upon all those for good who seek Him, but His power and His wrath are against all those who forsake Him.'
ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες χεὶρ τοῦ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν
23So we fasted and entreated our God for this, and He answered our prayer.
καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου καὶ ἐπήκουσεν ἡμῖν
24And I separated twelve of the leaders of the priests—Sherebiah, Hashabiah, and ten of their brethren with them—
καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα τῷ Σαραια Ασαβια καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα
25and weighed out to them the silver, gold, and the articles, the first fruits of the house of our God, which the king, his counselors, his princes, and all Israel who were present had offered.
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ισραηλ οἱ εὑρισκόμενοι
26I weighed into their hand six hundred and fifty talents of silver, silver articles weighing one hundred talents, one hundred talents of gold,
καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
27twenty gold basins worth a thousand drachmas, and two vessels of fine polished bronze, precious as gold.
καὶ καφουρη χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ
28And I said to them, 'You are holy to the Lord; the articles are holy also; and the silver and the gold are a freewill offering to the Lord God of your fathers.
καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς ἅγιοι τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ὑμῶν
29Watch and keep them until you weigh them before the leaders of the priests and the Levites and heads of the fathers' houses of Israel in Jerusalem, in the chambers of the house of the Lord.'
ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου
30So the priests and the Levites received the silver and the gold and the articles by weight, to bring them to Jerusalem to the house of our God.
καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ιερουσαλημ εἰς οἶκον θεοῦ ἡμῶν
31Then we departed from the river of Ahava on the twelfth day of the first month, to go to Jerusalem. And the hand of our God was upon us, and He delivered us from the hand of the enemy and from ambush along the road.
καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Αουε ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ιερουσαλημ καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ
32So we came to Jerusalem and stayed there three days.
καὶ ἤλθομεν εἰς Ιερουσαλημ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς
33Now on the fourth day, the silver and the gold and the articles were weighed in the house of our God by the hand of Meremoth the son of Uriah the priest, and with him was Eleazar the son of Phinehas; with them were the Levites, Jozabad the son of Jeshua and Noadiah the son of Binnui,
καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμωθ υἱοῦ Ουρια τοῦ ἱερέως καὶ μετ᾿ αὐτοῦ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ᾿ αὐτῶν Ιωζαβαδ υἱὸς Ἰησοῦ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευῖται
34with the number and weight of everything. All the weight was written down at that time.
ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα καὶ ἐγράφη πᾶς ὁ σταθμός ἐν τῷ καιρῷ ἐκείνῳ
35The children of those who had been carried away captive, who had come from the captivity, offered burnt offerings to the God of Israel: twelve bulls for all Israel, ninety-six rams, seventy-seven lambs, and twelve male goats as a sin offering. All this was a burnt offering to the Lord.
οἱ ἐλθόντες ἀπὸ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ισραηλ μόσχους δώδεκα περὶ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τῷ κυρίῳ
36And they delivered the king's orders to the king's satraps and the governors in the region beyond the River. So they gave support to the people and the house of God.
καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ