Orthodox Study

Old Testament

2 Ezra 1

1Now in the first year of Cyrus king of Persia, that the word of the Lord from the mouth of Jeremiah might be fulfilled, the Lord stirred up the spirit of Cyrus, king of Persia, and he made a proclamation throughout his entire kingdom, and even put it in writing, saying,

καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων

2'Thus says Cyrus king of the Persians: 'The Lord God of heaven gave to me all the kingdoms of the earth. And He commanded me to build Him a house at Jerusalem in Judea.

οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ

3Who is there among you from all His people? For his God shall be with him, and he shall go up to Jerusalem in Judea and rebuild the house of the God of Israel. He is the God who is in Jerusalem.

τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ

4And each one remaining from all the places where he lives as a stranger, the people from where he lives shall help him with silver and gold, and goods, and livestock, along with freewill offerings for the house of the God which is in Jerusalem.' '

καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ

5Then the heads of the families of Judah and Benjamin, and the priests and the Levites, with all whose spirits God stirred up arose to go up and rebuild the house of the Lord, which is in Jerusalem.

καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ

6And all those around them encouraged them with vessels of silver and gold, with goods and livestock, and by gifts, in addition to the freewill offerings.

καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις

7King Cyrus brought out the articles of the house of the Lord which Nebuchadnezzar took away from Jerusalem and then placed in the house of his god,

καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ

8and Cyrus king of the Persians brought them out by the hand of Mithredath the treasurer, and counted them out to Sheshbazzar, a ruler of Judah.

καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχοντι τοῦ Ιουδα

9And this is their number: thirty gold basins, one thousand silver basins, twenty-nine knives,

καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι

10thirty gold bowls, two hundred silver bowls, and one thousand other vessels.

κεφφουρη χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διακόσιοι καὶ σκεύη ἕτερα χίλια

11All the vessels of gold and silver going up with Sheshbazzar from the land of exile, from Babylon into Jerusalem, totaled five thousand four hundred.

πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text