Orthodox Study

Old Testament

2 Ezra 7

1Now after these things, in the reign of Artaxerxes king of Persia, Ezra the son of Seraiah, the son of Azariah, the son of Hilkiah,

καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Αρθασασθα βασιλέως Περσῶν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱοῦ Αζαριου υἱοῦ Ελκια

2the son of Shallum, the son of Zadok, the son of Ahitub,

υἱοῦ Σαλουμ υἱοῦ Σαδδουκ υἱοῦ Αχιτωβ

3the son of Amariah, the son of Azariah, the son of Meraioth,

υἱοῦ Σαμαρια υἱοῦ Εσρια υἱοῦ Μαρερωθ

4the son of Zerahiah, the son of Uzzi, the son of Bukki,

υἱοῦ Ζαραια υἱοῦ Σαουια υἱοῦ Βοκκι

5the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest—

υἱοῦ Αβισουε υἱοῦ Φινεες υἱοῦ Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως τοῦ πρώτου

6this Ezra came up from Babylon, and he was a skilled scribe in the Law of Moses, which the Lord God of Israel had given. The king granted him all his request according to the hand of the Lord his God upon him.

αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεοῦ αὐτοῦ ἐπ᾿ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός

7Some of the children of Israel, the priests, the Levites, the singers, the gatekeepers, and the Nethinim came up to Jerusalem in the seventh year of King Artaxerxes.

καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμῳ τῷ Αρθασασθα τῷ βασιλεῖ

8They came to Jerusalem in the fifth month, which was the seventh year of the king.

καὶ ἤλθοσαν εἰς Ιερουσαλημ τῷ μηνὶ τῷ πέμπτῳ τοῦτο ἔτος ἕβδομον τῷ βασιλεῖ

9On the first day of the first month he began his journey from Babylon, and on the first day of the fifth month he came to Jerusalem, since the good hand of his God was upon him.

ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ᾿ αὐτόν

10For Ezra had prepared his heart to seek the Law of the Lord and to do it, and to teach statutes and ordinances in Israel.

ὅτι Εσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα

11This is a copy of the letter that King Artaxerxes gave Ezra the priest, the scribe, expert in the words of the commandments of the Lord and of His statutes to Israel:

καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Αρθασασθα τῷ Εσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ισραηλ

12Artaxerxes, king of kings, To Ezra the priest, a scribe of the Law of the God of heaven: Perfect peace, and so forth.

Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις

13I issue a decree that all those of the people of Israel and the priests and Levites in my realm who volunteer to go up to Jerusalem may go with you.

ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ισραηλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ιερουσαλημ μετὰ σοῦ πορευθῆναι

14And whereas you are being sent by the king and his seven counselors to inquire concerning Judah and Jerusalem with regard to the Law of your God which is in your hand;

ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου

15and whereas you are to carry the silver and gold which the king and his counselors have freely offered to the God of Israel, whose dwelling is in Jerusalem;

καὶ εἰς οἶκον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ θεῷ τοῦ Ισραηλ τῷ ἐν Ιερουσαλημ κατασκηνοῦντι

16and whereas all the silver and gold that you may find in all the province of Babylon, along with the freewill offering of the people and the priests, are to be freely offered for the house of their God in Jerusalem—

καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ιερουσαλημ

17now therefore, be careful to buy with this money bulls, rams, and lambs, with their grain offerings and their drink offerings, and offer them on the altar of the house of your God in Jerusalem.

καὶ πᾶν προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ιερουσαλημ

18And whatever seems good to you and your brethren to do with the rest of the silver and the gold, do it according to the will of your God.

καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε

19Also the articles that are given to you for the service of the house of your God, deliver in full before the God of Jerusalem.

καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον τοῦ θεοῦ ἐν Ιερουσαλημ

20And whatever more may be needed for the house of your God, which you may have occasion to provide, pay for it from the king's treasury.

καὶ κατάλοιπον χρείας οἴκου θεοῦ σου ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως

21And I, even I, Artaxerxes the king, issue a decree to all the treasurers who are in the region beyond the River, that whatever Ezra the priest, the scribe of the Law of the God of heaven, may require of you, let it be done diligently,

καὶ ἀπ᾿ ἐμοῦ ἐγὼ Αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γιγνέσθω

22up to one hundred talents of silver, one hundred kors of wheat, one hundred baths of wine, one hundred baths of oil, and salt without prescribed limit.

ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή

23Whatever is commanded by the God of heaven, let it diligently be done for the house of the God of heaven. For why should there be wrath against the realm of the king and his sons?

πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήσῃ εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ

24Also we inform you that it shall not be lawful to impose tax, tribute, or custom on any of the priests, Levites, singers, gatekeepers, Nethinim, or servants of this house of God.

καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ᾄδουσιν πυλωροῖς ναθινιμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου φόρος μὴ ἔστω σοι οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς

25And you, Ezra, according to your God-given wisdom, set magistrates and judges who may judge all the people who are in the region beyond the River, all such as know the laws of your God; and teach those who do not know them.

καὶ σύ Εσδρα ὡς ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου κατάστησον γραμματεῖς καὶ κριτάς ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ σου καὶ τῷ μὴ εἰδότι γνωριεῖτε

26Whoever will not observe the law of your God and the law of the king, let judgment be executed speedily on him, whether it be death, or banishment, or confiscation of goods, or imprisonment.

καὶ πᾶς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτοῦ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς δεσμά

27Blessed be the Lord God of our fathers, who has put such a thing as this in the king's heart, to beautify the house of the Lord which is in Jerusalem,

εὐλογητὸς κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξάσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ

28and has extended mercy to me before the king and his counselors, and before all the king's mighty princes. So I was encouraged, as the hand of the Lord my God was upon me; and I gathered leading men of Israel to go up with me.

καὶ ἐπ᾿ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπ᾿ ἐμέ καὶ συνῆξα ἀπὸ Ισραηλ ἄρχοντας ἀναβῆναι μετ᾿ ἐμοῦ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text