Orthodox Study

Old Testament

1 Maccabees 9

1Now Demetrius got word that Nicanor and his men had fallen in battle, so he authorized Bacchides and Alcimus to go a second time into the land of Judah and take the right-hand flank of the army with them.

καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν

2Thus they traveled the highway into Gilgal and camped at Mesaloth in Arbela. They captured it, and many people died.

καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς

3Then in the first month of the one hundred and fifty-second year, they encamped opposite Jerusalem.

καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ

4But they departed there and went to Berea, twenty thousand foot soldiers and two thousand cavalry with them.

καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ

5Now Judas set up camp in Elasa, and three thousand chosen men accompanied him.

καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ᾿ αὐτοῦ ἐκλεκτοί

6When they saw how large the number of the enemy forces was, they were very afraid, and many sneaked out of the camp. Just eight hundred men remained among them.

καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες

7When Judas realized his troops had run away and the battle was pressing upon him, he was greatly discouraged and had no time to rally them.

καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς

8Though weary, he said to those who remained, 'Let us arise and move out against our enemies. We may yet be able to fight them.'

καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς

9But they kept trying to turn him back, saying, 'We are not able. Let us rather save our lives now. Let us return with our brothers and fight against them later, for we are too few.'

καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμεῖς δὲ ὀλίγοι

10But Judas answered, 'May it be far from us to do such a thing, to run away from them. If our time has come to die, then let us die courageously for the sake of our people. We will not leave behind a charge against our honor.'

καὶ εἶπεν Ιουδας μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο φυγεῖν ἀπ᾿ αὐτῶν καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν

11Then the forces of Bacchides moved out from the camp in formation and stood to encounter them. The mounted troops were divided into two parts, and the sling-throwers and the archers advanced before the army, along with all the chief warriors; Bacchides was on the right flank.

καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι

12Then the phalanx drew near between the companies on both sides and sounded their trumpets. The army of Judas also blew its trumpets.

καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν

13The ground shook by the clamor of the troops, and the battle raged on from morning until nightfall.

καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας

14Judas realized that Bacchides had the strength of his forces on the right flank. So all the stouthearted men came together with Judas.

καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ

15They demolished the right flank, and pursued Bacchides' men all the way to Mount Azotus.

καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ᾿ αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους

16When those on the left flank saw that the right flank was broken, they reversed course and followed closely behind the army of Judas.

καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν

17The battle was fierce, and many men on both sides suffered wounds and fell.

καὶ ἐβαρύνθη ὁ πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων

18Judas also fell, and his men fled.

καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον

19Jonathan and Simon took Judas their brother and buried him in the tomb of his fathers in Modein.

καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν

20They wept for him, and all Israel mourned him with great lamentation for many days, saying,

καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον

21'How the mighty is fallen, Israel's savior.'

πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ

22Now the abundant acts of Judas—his wars, the brave things he did, and his greatness—are not recorded, for there were far too many.

καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα

23After Judas's death, the lawless emerged in all the regions of Israel, and all those rose up who worked evil.

καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν

24In those days, there was a very great famine, and the nation deserted with the evildoers to Bacchides,

ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν

25He chose godless men and appointed them lords of the country.

καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας

26These men sought out and searched for the allies of Judas, bringing them to Bacchides. He took vengeance on them and mocked them.

καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς

27There was great perplexity in Israel, such as had not been seen since the days when the prophets ceased to be seen in their midst.

καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς

28Then all of Judas's friends came together and spoke to Jonathan.

καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν

29'Since your brother Judas died, a man like him has not come out to take on our enemies, namely Bacchides and those from our country who hate us.

ἀφ᾿ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν

30Therefore, we have now chosen you this day to replace him as our ruler and be our leader in battle.'

νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν

31So Jonathan accepted the command at once and rose up in the place of Judas his brother.

καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ

32When Bacchides heard this, he sought to kill him.

καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι

33But Jonathan, Simon his brother, and everyone with him knew of this, and they escaped to the desert of Tekoa and camped near the waters of the pool of Asphar.

καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ

34Bacchides discovered this on the Sabbath, and he and his army all crossed over the Jordan.

καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου

35So Jonathan sent John his brother as leader of the people, and he begged his Nabatean friends for approval to store their huge amount of baggage with them.

καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν

36But the sons of Jambri from Medeba came out and seized John, and left with everything he had.

καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα ὅσα εἶχεν καὶ ἀπῆλθον ἔχοντες

37After these things happened, they told Jonathan and his brother Simon, saying, 'The sons of Jambri are holding a great marriage feast, and they are bringing the bride from Nadabath, a daughter of one of the great noblemen of Canaan, with a huge convoy.'

μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπῆς μεγάλης

38They remembered the blood of John their brother, and went up and hid under the cover of the mountain.

καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους

39They raised their eyes and looked, and behold, there was a noisy crowd coming with much baggage. The bridegroom also came forth with his friends and brothers to meet them with tambourines, the musicians—and many weapons.

καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν

40Jonathan's men rose up against them from an ambush and killed them. Many of the wounded also fell, and the rest fled to the mountain. So they took all their spoils.

καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν

41The wedding was changed to mourning, and the sound of the musicians became like a dirge.

καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον

42Thus they avenged their brother's blood and returned to the low ground of the Jordan.

καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου

43Bacchides then heard of this and arrived with a large army on the Sabbath at the banks of the Jordan.

καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ

44So Jonathan said to those with him, 'Let us stand and fight for our lives, for today is not as yesterday or the day before.

καὶ εἶπεν Ιωναθαν τοῖς παρ᾿ αὐτοῦ ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν

45Behold, the battle is before us and behind us. The water of the Jordan is on this side and that, and the low ground and thicket is not the place to turn aside.

ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι

46Now therefore, cry out to heaven that you may be saved from the hand of our adversaries.'

νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν

47So the battle was joined, and Jonathan reached out his hand to strike Bacchides, who ducked aside and went behind him.

καὶ συνῆψεν ὁ πόλεμος καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω

48Then Jonathan and his forces jumped into the Jordan River, swimming to the other side. Bacchides and his army did not cross over the Jordan to strike them.

καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν Ιορδάνην

49About a thousand of Bacchides' soldiers fell on that day.

ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας

50Bacchides then returned to Jerusalem and built fortified cities in Judea: the fortresses were in Jericho, and in Emmaus, Beth-horon, Bethel, Timnath, Pharathon and Tephon, all with high walls, gates, and bars.

καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς

51He also placed a guard in them, and they were hostile to Israel.

καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ

52Then he strengthened the cities of Beth-zur and Gazara, and the citadel, and placed armies in them with stores of provisions.

καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων

53He also seized the sons of the rulers of the area, holding them hostage under armed guards at the citadel in Jerusalem.

καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ

54Then in the one hundred fifty-third year, in the second month, Alcimus issued the command to take down the wall of the inner court of the sanctuary. Then he took down the work of the prophets and started to destroy it.

καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν

55At that instant, Alcimus was stricken, his mischief was thwarted, his mouth was shut up, and he became paralyzed. He could not even speak a word so as to give orders concerning his property.

ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ

56So Alcimus died then and there in great pain.

καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης

57When Bacchides saw that Alcimus had died, he returned to King Demetrius. Thus the land of Judah was peaceful for two years.

καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο

58Soon, all the lawless men deliberated among themselves, saying, 'Behold, Jonathan and those with him are living in peace and certitude. Now, therefore, let us bring Bacchides back here, and he will seize them all in one night.'

καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ

59So they went and conversed with him,

καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ

60and he departed to come with a large army, secretly sending letters to all his allies in Judea, telling them to capture Jonathan and those with him. But they could not do so, because their plot had been discovered.

καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ᾿ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν

61So Jonathan and his men caught about fifty of their countrymen who were the leaders of the agitation, and killed them.

καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς

62Then Jonathan, Simon, and those with them departed for Bethbasi in the desert, and rebuilt the outpost that had been destroyed and strengthened it.

καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς καὶ ἐστερέωσαν αὐτήν

63When Bacchides heard of this, he gathered all his army and sent orders to the men of Judea.

καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν

64Then he arrived and camped at Bethbasi and attacked it for many days, making engines of war.

καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς

65But Jonathan left Simon his brother in the city, and headed out into the country with a handful of men.

καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ

66He struck Odomera and his brothers and the sons of Phasiron inside their tents. Then he launched his attack and entered into battle with his armies.

καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν

67Meanwhile Simon and those with him came out of the city and set on fire the engines of war.

καὶ Σιμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς

68Once they took the offensive against Bacchides, he was crushed by them. They upset him greatly because his plan of attack was in vain.

καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ᾿ αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή

69Also, he was filled with rage at his advisors, the lawless men who urged him to come into the country. So he killed many of them and then decided to return home.

καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ

70When Jonathan learned of these events, he sent envoys to make peace with Bacchides and to obtain freedom for the captives.

καὶ ἐπέγνω Ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν

71Bacchides accepted the proposal and swore to Jonathan he would not harm him all the days of his life.

καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ

72He returned to him the hostages taken earlier from the land of Judah. Then he returned to his homeland and made no further attempt to come into their country.

καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν

73Thus the sword was laid down in Israel. Then Jonathan settled down in Michmash, where he began to judge the people and to destroy the ungodly men of Israel.

καὶ κατέπαυσεν ῥομφαία ἐξ Ισραηλ καὶ ᾤκησεν Ιωναθαν ἐν Μαχμας καὶ ἤρξατο Ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ισραηλ

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text