Old Testament
1 Maccabees 11
1Then the king of Egypt gathered together a large army, like sand along the seashore, and many ships; and he sought to obtain possession of Alexander's kingdom by deceit, and to add it to his kingdom.
καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ
2So he set out for Syria with words of peace, and those from the cities were open to him and met with him, because King Alexander ordered them to meet him since he was his father-in-law.
καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι
3But when Ptolemy entered the cities, he set a band of soldiers in every city.
ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει
4But when they neared Azotus, they showed him the temple of Dagon which had been burned, and Azotus and the surrounding fortifications that were destroyed, and the bodies of those lying about whom Jonathan had burned in the war; for they made heaps of them in his path.
ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ
5They also told the king what Jonathan had done, so as to blame him; but the king remained silent.
καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν καὶ ἐσίγησεν ὁ βασιλεύς
6Jonathan then met the king in Joppa with great ceremony, and they greeted each other and stayed the night there.
καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ
7Jonathan journeyed with the king to the river Eleutherus, and then went back to Jerusalem.
καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ
8Thus King Ptolemy ruled over the coastal cities as far as Seleucia by the sea, and devised evil plans against Alexander.
ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς
9So he sent ambassadors to King Demetrius, saying, 'Come, let us enter into a covenant with one another. I will give you my daughter, Alexander's wife, in marriage, and you will reign over your father's kingdom.
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἶχεν Ἀλέξανδρος καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου
10For I regret giving him my daughter, since he tried to kill me.'
μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με
11Thus, Ptolemy blamed Alexander because he desired his kingdom.
καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ
12So he took back his daughter and gave her to Demetrius. Therefore he was estranged from Alexander, and their animosity was evident.
καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν
13Then Ptolemy entered Antioch and assumed the crown of Asia. So he wore two crowns on his head, that of Egypt and that of Asia.
καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας
14But King Alexander was in Cilicia at this time, for the inhabitants there were in revolt.
Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων
15When Alexander heard of it, he engaged him in battle. So Ptolemy went out with a mighty force and faced him, putting him to flight.
καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ᾿ αὐτὸν ἐν πολέμῳ καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν
16Then Alexander took refuge in Arabia, seeking safety. King Ptolemy was held in great honor.
καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη
17So Zabdiel the Arab cut off Alexander's head and sent it to Ptolemy.
καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ
18But King Ptolemy died three days later, and his garrisons in the fortresses were destroyed by the inhabitants of those fortresses.
καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν
19Thus in the one hundred and sixty-seventh year, Demetrius became king.
καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ
20In those days, Jonathan gathered men from Judea to attack the citadel in Jerusalem, and he built many engines of war for use against it.
ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ᾿ αὐτὴν μηχανὰς πολλάς
21But some lawless men who despised their nation came to the king and told him Jonathan would set siege to the citadel.
καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν
22When the king heard this, he was enraged; and he broke camp and went to Ptolemais. He wrote Jonathan that he was to lift the siege, and to meet him in Ptolemais at once for a conference.
καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην
23But when Jonathan heard this, he issued orders to continue the siege. Then he chose some elders of Israel and some priests, and put himself in danger.
ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ
24For he took silver, gold, clothing, and many other friendly gifts and went to the king in Ptolemais. And Jonathan found favor with him.
καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ
25Again, some lawless men from the nation accused Jonathan.
καὶ ἐνετύγχανον κατ᾿ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους
26But the king did to him as those before him had done and exalted him in front of all his friends.
καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων
27He also confirmed him in the high priesthood and whatever other honors he held before, and considered him as one of his best friends.
καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι
28Then Jonathan asked the king to exempt Judea from taxes along with the three provinces and Samaria, and promised him three hundred talents.
καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια
29The king was pleased and wrote Jonathan a letter concerning all these things. Its message was as follows:
καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον
30'King Demetrius to his brother Jonathan and the nation of the Jews, greetings.
βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων
31The copy of this letter which we wrote to Lasthenes our relative concerning you we have copied also to you, that you might know what it says.
τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε
32'King Demetrius to his father Lasthenes, greetings.
βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν
33To the nation of the Jews, our friends, and who do what is right towards us, we have decided to do good, because of their goodwill toward us.
τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς
34We have established the borders of Judea for them and the three provinces of Aphairema, Lydda, and Rathamin. They were added to Judea from Samaria, as well as all the areas bordering them. All who offer sacrifices in Jerusalem we have released from the royal taxes which the king received from them each year, from the harvest of the earth and fruit of the trees.
ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾿ αὐτῶν τὸ πρότερον κατ᾿ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων
35Any other payments due us from now on from the tithes, the salt pits, and the crown taxes—from all these we grant release.
καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς
36None of these provisions will be cancelled from now on for all time.
καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον
37Now therefore, take heed to make a copy of this, and let it be given to Jonathan and put in a notable place on the holy mountain.' '
νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ
38When King Demetrius saw the land was peaceful before him and no one was opposed to him, he dismissed his troops, each to their own place, except the foreign soldiers whom he had recruited as mercenaries from the islands of the nations. So all the soldiers who had served his fathers hated him.
καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων
39Now Trypho formerly had been one of Alexander's supporters. He saw that all the soldiers complained against Demetrius. So he approached Imalkue the Arab, who was rearing Antiochus, the young son of Alexander.
Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου
40He insisted that he hand Antiochus over to him, so as to make him king in place of his father. He told Imalkue everything Demetrius had done and the hatred his troops had for him; and he remained there many days.
καὶ προσήδρευεν αὐτῷ ὅπως παραδοῖ αὐτὸν αὐτῷ ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς
41Meanwhile, Jonathan sent to King Demetrius the request that he remove the soldiers in the citadel from Jerusalem as well as those in the fortresses; for they were at war with Israel.
καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ
42Then Demetrius sent to Jonathan, saying, 'Not only will I do these things for you and your nation, but I will greatly honor you and the Jewish nation when I have the opportunity.
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω
43And you will do rightly to send me soldiers who will ally with me, because all my troops have revolted.'
νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσίν μοι ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου
44So Jonathan sent three thousand very able men to him at Antioch. When they came to the king, he was very glad at their arrival.
καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν καὶ ἦλθον πρὸς τὸν βασιλέα καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν
45Then men from the city gathered within the city, a hundred and twenty thousand of them, and they wanted to kill the king.
καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα
46But the king fled into the palace, and those from the city seized the streets of the city, and they began to fight.
καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν
47So the king summoned the Jews for help, and they all rallied around him and dispersed throughout the city. On that day they killed about one hundred thousand men.
καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα
48They set the city on fire, took many spoils on that day, and rescued the king.
καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα
49When the men of the city realized the Jews had gained control of the city at will, they lost their courage and called out to the king with this request:
καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες
50'Restore the peace and make the Jews quit fighting us and the city.'
δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν
51So they threw down their weapons and made peace. Then the Jews were honored before the king and before all those in his kingdom. After this, they returned to Jerusalem with many spoils.
καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά
52Thus King Demetrius ruled on the throne of his kingdom, and the land was peaceful before him.
καὶ ἐκάθισεν Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ
53But he broke his word about everything he promised Jonathan. Thus he became estranged from him, and did not repay Jonathan the favors he had done for him, but greatly afflicted him.
καὶ ἐψεύσατο πάντα ὅσα εἶπεν καὶ ἠλλοτριώθη τῷ Ιωναθαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ καὶ ἔθλιβεν αὐτὸν σφόδρα
54Later, Trypho returned and had with him the young boy Antiochus, who put on the crown and became king.
μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετ᾿ αὐτοῦ παιδάριον νεώτερον καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα
55All the troops who had cursed Demetrius gathered around him. They fought against Demetrius, who was put to flight.
καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος καὶ ἐπολέμησαν πρὸς αὐτόν καὶ ἔφυγεν καὶ ἐτροπώθη
56Trypho then captured the elephants and gained control of Antioch.
καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας
57So Antiochus the younger wrote to Jonathan, saying, 'I confirm you in the high priesthood, set you over the four provinces, and you will be one of the king's friends.'
καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ιωναθη λέγων ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως
58He also sent him gold cups to serve him at table, and gave him authority to drink from these, to dress in purple, and to wear a golden buckle.
καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν
59He then established Simon his brother as general from the Ladder of Tyre to the boundary of Egypt.
καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου
60Then Jonathan departed and journeyed beyond the river and in the cities. The entire army of Syria gathered around him as allies. When he went into Askelon, the people of the city met him and honored him.
καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἦλθεν εἰς Ἀσκαλῶνα καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως
61From there, he left for Gaza, but when the inhabitants of Gaza shut him out, he besieged the city, set its surrounding fortifications on fire, and plundered them.
καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά
62Thus the men of Gaza pleaded with Jonathan. He made peace with them, took the sons of their governors as hostages, and dispatched them to Jerusalem. Then he traveled through the country, going as far as Damascus.
καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ
63Jonathan also got word the officers of Demetrius had arrived in Kadesh in Galilee with a sizable army. They intended to oust him from office.
καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας
64So he set out to meet them, but he left his brother Simon in the country.
καὶ συνήντησεν αὐτοῖς τὸν δὲ ἀδελφὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ
65Then Simon positioned himself at Beth-zur, and for many days fought against it and blocked it off.
καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν
66Then the people begged him for peace, and he granted it to them. So he cast them out from there, took possession of the city, and placed a garrison in it.
καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν καὶ ἔδωκεν αὐτοῖς καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ᾿ αὐτὴν φρουράν
67Now Jonathan and his soldiers camped by the lake of Gennesaret, and rose early the next morning and marched to the plain of Hazor.
καὶ Ιωναθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Ασωρ
68Then behold, the foreign army met him in the plain and set up an ambush against him in the mountains. But they themselves met him face to face.
καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ᾿ αὐτὸν ἐν τοῖς ὄρεσιν αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας
69Then the men in the ambush rose up from their places and joined the battle.
τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον
70All Jonathan's men fled. None of them remained except Mattathias, the son of Absalom, and Judas, the son of Chalphi, commanders of the armed forces.
καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες οὐδὲ εἷς κατελείφθη ἀπ᾿ αὐτῶν πλὴν Ματταθιας ὁ τοῦ Αψαλωμου καὶ Ιουδας ὁ τοῦ Χαλφι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων
71So Jonathan tore his garments, poured earth on his head, and prayed.
καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο
72Then he turned back to the battle and put the enemy to flight.
καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς καὶ ἔφυγον
73When Jonathan's men who had run away saw this, they returned and joined him in the pursuit of the enemy as far as Kadesh, and there they set up camp.
καὶ εἶδον οἱ φεύγοντες παρ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ᾿ αὐτὸν καὶ ἐδίωκον μετ᾿ αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ
74As many as three thousand of the foreign army fell that day. Then Jonathan went back to Jerusalem.
καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ