Old Testament
1 Maccabees 8
1Then Judas learned of the reputation of the Romans, that they were mighty and behaved well toward all who made a pact with them. They could ensure friendship with as many as came to them, indeed, because they were of great strength.
καὶ ἤκουσεν Ιουδας τὸ ὄνομα τῶν Ῥωμαίων ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιθεμένοις αὐτοῖς καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς ἱστῶσιν αὐτοῖς φιλίαν καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύι
2People also told him of their warfare and the courageous works they were doing in Gaul—how they conquered them and imposed taxes on them.
καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον
3They also reported what they had done in the country of Spain, to take control of their silver and gold mines,
καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Σπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ
4and how they dominated the entire region by their careful planning and forbearance, although the area was a great distance away. The Romans also defeated kings who challenged them from around the world, until they subdued them and struck a deadly blow against them. But the others paid them taxes each year.
καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ καὶ ὁ τόπος ἦν ἀπέχων μακρὰν ἀπ᾿ αὐτῶν σφόδρα καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ᾿ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ᾿ ἐνιαυτόν
5They battled and soundly conquered Philip and Perseus, kings of the Macedonians, and others who stood up against them in war.
καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπηρμένους ἐπ᾿ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν
6They further conquered Antiochus the great king of Asia, who went to war against them with a hundred and twenty elephants and cavalry and chariots and a massive army. But his troops were destroyed by them.
καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα καὶ συνετρίβη ὑπ᾿ αὐτῶν
7They captured him alive, and ordered that he and those who would rule in the future should pay large taxes along with hostages.
καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾿ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν
8They also took from him the countries of India, Media, and Lydia. Then they gave some of the best of all these territories to King Eumenes.
καὶ χώραν τὴν Ἰνδικὴν καὶ Μηδίαν καὶ Λυδίαν ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν καὶ λαβόντες αὐτὰς παρ᾿ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ
9The Greeks also plotted to come against them,
καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς
10but this became known to the Romans, and they sent one of their generals against them. He fought with them, and many wounded fell, and the Romans took their wives and children captive. They robbed them, took their land, pulled down their fortresses, and have to this day enslaved them.
καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς καὶ ἀπέστειλαν ἐπ᾿ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης
11They crushed and captured the remaining kingdoms and the islands, as many as would oppose them. But they secured a relationship with their friends and those people who relied on them.
καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν
12Thus they conquered rulers far away and nearby; as many as had heard of their reputation feared them.
καὶ κατεκράτησαν τῶν βασιλέων τῶν ἐγγὺς καὶ τῶν μακράν καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν ἐφοβοῦντο ἀπ᾿ αὐτῶν
13Those the Romans desire to help and to raise up as kings, they establish; and those kings they wish to depose they depose, for they have great power.
οἷς δ᾿ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν βασιλεύουσιν οὓς δ᾿ ἂν βούλωνται μεθιστῶσιν καὶ ὑψώθησαν σφόδρα
14But despite all this, none of the Romans has donned a crown or vested in purple, so as to be magnified by it.
καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπέθεντο αὐτῶν οὐδὲ εἷς διάδημα οὐδὲ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ
15Instead they formed a council for themselves, and three hundred and twenty senators constantly deliberate concerning the people, to help them behave in an orderly fashion.
καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς καὶ καθ᾿ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς
16They trust one man to govern them for a year, and to rule over their land. Everyone heeds this one leader, and there is no jealousy or strife among them.
καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ ἄρχειν αὐτῶν κατ᾿ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν καὶ πάντες ἀκούουσιν τοῦ ἑνός καὶ οὐκ ἔστιν φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς
17Now Judas appointed Eupolemus the son of John, son of Accos, and Jason the son of Eleazar, and dispatched them to Rome to build friendship and an alliance
καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου τοῦ Ακκως καὶ Ἰάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην στῆσαι φιλίαν καὶ συμμαχίαν
18and to free their people from a yoke of bondage, because they realized the Greek kingdom was subjecting Israel to total servitude.
καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾿ αὐτῶν ὅτι εἶδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ
19So they journeyed to Rome—a very long trip. When they came to the senate chamber, they said the following:
καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ ἡ ὁδὸς πολλὴ σφόδρα καὶ εἰσήλθοσαν εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον
20'Judas, also named Maccabeus, his brothers, and the Jewish people sent us here to you to build an alliance and have peace with you, that you may enlist us as your friends and allies.'
Ιουδας ὁ καὶ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ᾿ ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν
21The proposal pleased the senate.
καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν
22So this is the copy of the message they issued in reply, inscribed on bronze tablets and sent to Jerusalem, to be kept there as a record of peace and friendship:
καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ᾿ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας
23'May it be well with the Roman people, and the Jewish nation shall respond wholeheartedly as their allies, as the occasion may dictate.
καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ᾿ αὐτῶν
24If war comes first to Rome or to any of their allies in all their dominion,
ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν
25the Judean nation shall act as their allies, wholeheartedly, as the occasion may dictate to them.
συμμαχήσει τὸ ἔθνος τῶν Ιουδαίων ὡς ἂν ὁ καιρὸς ὑπογράφῃ αὐτοῖς καρδίᾳ πλήρει
26As to any enemy who wages war, the Jews shall not donate or supply grain, weapons, money, or ships, as Rome has stated, and they shall honor these commitments without getting anything in return.
καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες
27Similarly, should war break out first against the Jewish nation, the Romans shall freely respond as their allies, as is appropriate for them.
κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ
28Further, no grain, weapons, money, or ships will be given to allies of the enemy, as Rome has decided, and they shall hold to these obligations and do so with no deception.
καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου
29Thus the Romans offer a treaty with the Jews on these terms.
κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ιουδαίων
30If after these agreements take effect, both parties should decide to add or subtract anything, they shall do so by agreement, and whatever they add or subtract shall be binding.
ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν ποιήσονται ἐξ αἱρέσεως αὐτῶν καὶ ὃ ἂν προσθῶσιν ἢ ἀφέλωσιν ἔσται κύρια
31'Now regarding the evils Demetrius the king is doing to them, we have sent to him this word: 'If therefore they appeal to us against you again, we will defend their rights and oppose you, be it on the sea or on land.' '
καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς ἐγράψαμεν αὐτῷ λέγοντες διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους