Orthodox Study
Septuagint translators

Psalms 99

Septuagint

CC BY-NC-SA 4.0Served

¶1

ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ

¶2

δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει

¶3

γνῶτε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ

¶4

εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις ἐξομολογεῖσθε αὐτῷ αἰνεῖτε τὸ ὄνομα αὐτοῦ

¶5

ὅτι χρηστὸς κύριος εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ

Edition lxx-rahlfs-1935.

Ask about this

Opens in Study with this context for you to review. Answers require sign-in and access.

In the margin · source text